Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.725
Not analysed yet
ἀπάτωρ δὲ ὡς ἄνθρωπος, ἐκ μόνης γὰρ ἐτέχθη μητρὸς, τῆς Παρθένου φημί. Ἀγενεαλόγητος ὡς Θεός· οὐ γὰρ χρῄζει γενεαλογίας ὁ ἐξ ἀγεννήτου γεγεννημένος Πατρός. Οὐκ ἔσχεν ἀρχὴν ἡμερῶν, ἀΐδιος γὰρ ἡ γέννησις. Οὔτε ζωῆς ἔχει τέλος· ἀθάνατον γὰρ ἔχει φύσιν. Τούτου χάριν οὐ τὸν Δεσπότην Χριστὸν τῷ Μελχισεδὲκ ἀφωμοίωσεν, ἀλλὰ τὸν Μελχισεδὲκ τῷ Χριστῷ. Ἐκεῖνος γὰρ τούτου τύπος, οὗτος δὲ τοῦ τύπου ἡ ἀλήθεια. Ἐν μέντοι τῇ ἱερωσύνῃ οὐ Μελχισεδὲκ μεμίμηται τὸν Δεσπότην Χριστὸν, ἀλλ' ὁ Δεσπότης Χριστὸς ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Τὸ γὰρ ἱερατεύειν ἀνθρώπου, Θεοῦ δὲ τὰ προσφερόμενα δέχεσθαι. Ἀλλ' ὅμως ἐνανθρωπήσας ὁ μονογενὴς τοῦ Θεοῦ Υἱὸς, καὶ ἀρχιερεὺς ἡμῶν ἐγένετο κατὰ τὴν τάξιν Μελχισεδὲκ, οὐκ ἀξίωμα προσλαβὼν, ἀλλὰ τὴν θείαν κατακρύψας ἀξίαν, καὶ τὴν ὑπὲρ τῆς ἡμετέρας σωτηρίας καταδεξάμενος ταπεινότητα. Οὕτως ἀμνὸς κέκληται, καὶ ἁμαρτία, καὶ κατάρα, καὶ ὁδὸς, καὶ θύρα, καὶ ἕτερα πλεῖστα παραπλήσια τούτων. Περὶ μέντοι τοῦ Μελχισεδὲκ ἔφη, ὅτι μένει ἱερεὺς εἰς τὸ διηνεκὲς, ἐπειδήπερ τὴν ἱερωσύνην οὐ παρέπεμψεν εἰς παῖδας, καθάπερ Ἀαρὼν, καὶ Ἐλεάζαρ, καὶ Φινεές. Ὁ γὰρ εἰς ἕτερον τοῦτον παραπέμπων τὸν κλῆρον, δοκεῖ πως ἀφαιρεῖσθαι τὴν ἀξίαν, ἄλλου τὴν ἐνέργειαν ἔχοντος. Ἔχει δὲ καὶ ἑτέραν διάνοιαν. Ὥσπερ γὰρ Μωϋσῆν οὐ τὸν νομοθέτην μόνον καλοῦμεν, ἀλλὰ καὶ αὐτὸν τὸν νόμον, οὕτω καὶ Μελχισεδὲκ, καὶ τὸ πρόσωπον ὀνομάζομεν, καὶ τὸ πρᾶγμα, τὴν ἱερωσύνην. Ταύτην δὲ ὁ Δεσπότης ἔχει Χριστὸς, ἀτελεύτητον ἔχων ζωήν. δʹ. «Θεωρεῖτε δὲ πηλίκος οὗτος, ᾧ καὶ δεκάτην Ἀβραὰμ ἔδωκεν ἐκ τῶν ἀκροθινίων ὁ πατριάρχης.» Τοῦ ἀξιώματος τοῦ Ἀβραὰμ οὐχ ἁπλῶς ἐμνημόνευσεν, ἀλλὰ δεῖξαι βουλόμενος, ὡς αὐτὴ τῶν ἱερέων ἡ ῥίζα, τῶν ἀγαθῶν ἡ κρηπὶς, δι' οὗ τῆς εὐλογίας μεταλαγχάνει τὰ ἔθνη, τῆς λείας τὴν δεκάτην τῷ Μελχισεδὲκ προσενήνοχε. εʹ. «Καὶ οἱ μὲν ἐκ τῶν υἱῶν Λευῒ τὴν ἱερωσύνην λαμβάνοντες, ἐντολὴν ἔχουσι ἀποδεκατοῦν τὸν λαὸν κατὰ τὸν νόμον, τουτέστι τοὺς ἀδελφοὺς αὑτῶν, καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος Ἀβραάμ.» Τοσαύτη δὲ, φησὶν, ἡ τῆς ἱερωσύνης ἀξία, ὡς τοὺς κατὰ νόμον ἱερέας, καὶ παρ' αὐτῶν τῶν ὁμογενῶν τε καὶ ὁμοφύλων τὰς δεκάτας κομίζεσθαι, καίτοι τὸν αὐτὸν πρόγονον ἔχειν σεμνυνομένων. ϛʹ. «Ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν δεδεκάτωκε τὸν Ἀβραὰμ, καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας εὐλόγηκεν.» Οἱ μὲν οὖν κατὰ τὸν νόμον ἱερεῖς, τοὺς ὁμοφύλους ἀπαιτοῦσι δεκάτας. Οὗτος δὲ ἀλλόφυλος ὢν παρ' αὐτοῦ τοῦ πατριάρχου τὰς δεκάτας ἐδέξατο, καὶ τῷ τὰς θείας ἐπαγγελίας εἰληφότι τὴν εὐλογίαν ἀντέδωκεν. Ἡρμήνευσε δὲ καὶ τὸ ἀγενεαλόγητος. Ἐξ αὐτῶν γὰρ εἶπε τὸν Μελχισεδὲκ μὴ γενεαλογεῖσθαι. Δῆλον τοίνυν ὡς ἐκεῖνος οὐκ ἀληθῶς ἀγενεαλόγητος, ἀλλὰ κατὰ τύπον. ζʹ. «Χωρὶς δὲ πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ