Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.724
Not analysed yet
χισεδέκ.» Ἀρχιερεὺς δὲ εἰς τὸν αἰῶνά ἐστιν, οὐχ ὡς θυσίας προσφέρων, ἅπαξ γὰρ τὸ ἑαυτοῦ προσενήνοχε σῶμα· ἀλλ' ὡς μεσίτης προσάγων τῷ Πατρὶ τοὺς πιστεύοντας. Δι' αὐτοῦ γὰρ, φησὶν, ἐσχήκαμεν τὴν προσαγωγὴν ἀμφότεροι πρὸς τὸν Πατέρα. Καὶ αὐτὸς δὲ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις φησίν· «Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα εἰ μὴ δι' ἐμοῦ.» Εἰδέναι μέντοι χρὴ, ὡς τῶν πρὸς τὸν Ἀβραὰμ γεγενημένων ὅρκων ὁ θεῖος Ἀπόστολος ἐμνημόνευσεν, ὥστε δειχθῆναι τὸ τῆς θείας βουλῆς ἀμετάθετον. Προκατασκευάζει γὰρ τῆς κατὰ τάξιν Μελχισεδὲκ ἀρχιερωσύνης τὸ βέβαιον. Καὶ ἐνταῦθα γὰρ ὅρκος τῷ λόγῳ συνέζευκται. Ἣν μέντοι πολλάκις ὤδινε ποιήσασθαι σύγκρισιν, ἐπὶ τοῦ παρόντος ποιεῖται· καὶ πρῶτον τῆς κατὰ τὸν Μελχισεδὲκ ἱστορίας ἀναμιμνήσκει. ΚΕΦΑΛΑΙΟΝ Ζʹ. αʹ, βʹ. «Οὗτος γὰρ ὁ Μελχισεδὲκ, βασιλεὺς Σαλὴμ, ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου, ὁ συναντήσας Ἀβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων, καὶ εὐλόγησεν αὐτόν· ᾧ καὶ δεκάτην ἀπὸ πάντων ἐμέρισεν Ἀβραάμ.» Ἀφηγηματικῶς μὲν δοκεῖ ποιεῖσθαι τοὺς λόγους· προκατασκευάζει δὲ τὸ προκείμενον. Τούτου γὰρ δὴ χάριν καὶ τὸν Ἀβραὰμ ἔδειξεν εὐλογούμενον, καὶ τῶν λαφύρων τὴν δεκάτην προσφέροντα, ἵνα δείξῃ καὶ τῷ τύπῳ τὸν πατριάρχην παραχωροῦντα. Εἶτα καὶ ἀπὸ τῶν ὀνομάτων αὐτοῦ τὸ μέγεθος δείκνυσι. «Πρῶτον μὲν ἑρμηνευόμενος βασιλεὺς δικαιοσύνης, ἔπειτα καὶ βασιλεὺς Σαλὴμ, ὅ ἐστι βασιλεὺς εἰρήνης.» Τοῦτο τὸ Μελχισεδὲκ ὄνομα, κατὰ τῶν Ἑβραίων καὶ Σύρων φωνὴν, βασιλεὺς δικαιοσύνης σημαίνει. Οὗτος δὲ τῆς Σαλὴμ ἐβασίλευσεν· ἑρμηνεύεται δὲ τὸ Σαλὴμ εἰρήνη. Δεῖξαι τοίνυν βούλεται διὰ τούτων τύπον αὐτὸν ὄντα τοῦ Δεσπότου Χριστοῦ. Αὐτὸς γάρ ἐστι κατὰ τὸν Ἀπόστολον ἡ εἰρήνη ἡμῶν, αὐτὸς κέκληται κατὰ τὸν Προφήτην δικαιοσύνη ἡμῶν. γʹ. «Ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων, ἀφωμοιωμένος δὲ τῷ Υἱῷ τοῦ Θεοῦ, μένει εἰς τὸ διηνεκές.» Τὸν Ἀβραὰμ ἐγενεαλόγησεν ἡ θεία Γραφὴ, καὶ ἄλλους δὲ πολλοὺς καὶ πρὸ ἐκείνου καὶ μετ' ἐκεῖνον, καὶ τὸν ἐκείνου πατέρα, καὶ τὸν πάππον, καὶ τὸν ἐπίπαππον, καὶ τοὺς ἐκείνου προγόνους· προστέθεικε δὲ ὅτι τοσῶνδε γενόμενος ἐτῶν γεγέννηκε, καὶ τοσάδε πάλιν ἐπιβιώσας τετελεύτηκε. Τοῦ δὲ Μελχισεδὲκ οὔτε τὸν πατέρα, οὔτε μὴν τὴν μητέρα, οὔτε τὸ γένος ἐδίδαξεν ἡ θεία Γραφή· καὶ οὔτε πόσον ἐβίωσε χρόνον, οὔτε πότε τοῦ βίου τὸ πέρας ἐδέξατο. Κατὰ τοῦτο τοίνυν οὗτος ἀπάτωρ, καὶ ἀμήτωρ, καὶ ἀγενεαλόγητος, οὔτε ἀρχὴν ἡμερῶν ἐσχηκὼς, οὔτε ζωῆς τέλος ἔχων. Οὐδὲν γὰρ τούτων ἡμᾶς ἐδίδαξεν ἡ θεία Γραφή. Ὁ μέντοι Δεσπότης Χριστὸς φύσει καὶ ἀληθῶς τούτων ἕκαστον ἔχει. Ἀμήτωρ μὲν γάρ ἐστιν ὡς Θεὸς, ἐκ μόνου γὰρ γεγέννηται τοῦ Πατρός·