Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.748
Not analysed yet
τείαν· σκιὰν δὲ τῆς τῶν πραγμάτων εἰκόνος, τὴν Παλαιὰν Διαθήκην. Ἡ γὰρ εἰκὼν ἐναργέστερον δείκνυσι τὰ ἀρχέτυπα· ἡ δὲ σκιαγραφία τῆς εἰκόνος ἀμυδρότερον ταῦτα παραδηλοῖ. Ταύτῃ τῆς Παλαιᾶς Διαθήκης ἀπείκασε τὴν ἀσθένειαν. Πολλὰς γὰρ, φησὶ, θυσίας καὶ τὰς αὐτὰς κατ' ἐνιαυτὸν προσφέροντες, τελειῶσαι τοὺς κατὰ νόμον πολιτευομένους οὐ δύνανται. βʹ. «Ἐπεὶ οὐκ ἂν ἐπαύσαντο προσφερόμεναι, διὰ τὸ μηδεμίαν ἔχειν ἔτι συνείδησιν ἁμαρτιῶν τοὺς λατρεύοντας, ἅπαξ κεκαθαρμένους.» Διὰ τοῦτο τέλος ἐκεῖνα λαμβάνει, ὡς οὐ δυνάμενα συνείδησιν καθαρὰν ἀποφῆναι. γʹ. «Ἀλλ' ἐν αὐταῖς ἀνάμνησις ἁμαρτιῶν κατ' ἐνιαυτόν.» Καὶ τὸ ἀσθενὲς ἔδειξε τοῦ νόμου, καὶ τὸ ὠφέλιμον. Περιελεῖν μὲν γὰρ τὰς ἁμαρτίας οὐ δύναται· κατηγορεῖ δὲ τούτων, καὶ δέος ἐντίθησι, καὶ προστρέχειν ἀναγκάζει τῇ χάριτι. δʹ. «Ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας.» Τίνα γὰρ ἀνδροφόνον ἢ πατραλοίαν ἀφῆκεν ἀνεύθυνον τῶν ἀλόγων τὸ αἷμα; Διὰ τοῦτο καὶ ὁ μακάριος ἐβόα Δαβὶδ, ὅτι «Εἰ ἠθέλησας, θυσίαν ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.» Ὁ δὲ θεῖος Ἀπόστολος καὶ ἑτέραν τίθησι μαρτυρίαν· εʹ—ζʹ. «Διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει· Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι· ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας· τότε εἶπον· Ἰδοὺ ἥκω· ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ· Τοῦ ποιῆσαι, ὁ Θεὸς, τὸ θέλημά σου.» Εἶτα ἑρμηνεύει τὴν μαρτυρίαν. ηʹ, θʹ. «Ἀνώτερον λέγων· Ὅτι θυσίαν καὶ προσφορὰν καὶ ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἠθέλησας, οὐδὲ ηὐδόκησας· αἵτινες κατὰ νόμον προσφέρονται· τότε εἴρηκεν· Ἰδοὺ ἥκω· ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ· Τοῦ ποιῆσαι, ὁ Θεὸς, τὸ θέλημά σου.» Δείξας γὰρ, φησὶ, ἀπαρεσκούσας τῷ Θεῷ τὰς τῶν ἀλόγων θυσίας, τότε ὑπέδειξεν αὑτὸν, καὶ τὰς περὶ τῆς ἐπιφανείας αὑτοῦ προῤῥήσεις. Τοῦτο γὰρ εἶπεν· Ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ. Καὶ τὸ αὐτὸ πάλιν ἑτέρως φησίν· «Ἀναιρεῖ τὸ πρῶτον, ἵνα τὸ δεύτερον στήσῃ.» Πρῶτον εἶπε τὴν τῶν ἀλόγων θυσίαν· δεύτερον δὲ τὴν λογικὴν, τὴν ὑπ' αὐτοῦ προσενεχθεῖσαν. ιʹ. «Ἐν ᾧ θελήματι ἡγιασμένοι ἐσμὲν διὰ τῆς προσφορᾶς τοῦ σώματος Ἰησοῦ Χριστοῦ ἐφάπαξ.» Σαφῶς ἔδειξε θέλημα τοῦ Θεοῦ τῶν ἀνθρώπων τὴν σωτηρίαν. Τοῦτο καὶ ὁ Κύριος ἔφη· «Τοῦτο γάρ ἐστι τὸ θέλημα τοῦ Πατρός μου, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον.» ιαʹ. «Καὶ πᾶς μὲν ἀρχιερεὺς ἕστηκε καθ' ἡμέραν λειτουργῶν, καὶ τὰς αὐτὰς πολλάκις προσφέρων