Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.749
Not analysed yet
θυσίας, αἵτινες οὐδέποτε δύνανται περιελεῖν ἁμαρτίας.» Τὰς γὰρ αὐτὰς θυσίας οἱ ἱερεῖς προσφέρειν ἐνδελεχῶς ἐκελεύσθησαν· ἀλλ' ὅμως ἁμαρτημάτων λύσις οὐδαμῶς δι' ἐκείνων ἐγίνετο. ιβʹ—ιδʹ. «Αὐτὸς δὲ μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν, εἰς τὸ διηνεκὲς ἐκάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ, τὸ λοιπὸν ἐκδεχόμενος ἕως ἂν τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ. Μιᾷ γὰρ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους.» Ἐκεῖ καὶ πλῆθος ἱερέων, καὶ πλῆθος ἱερείων, καὶ ὄνησις· οὐδεμία· ἐνταῦθα δὲ εἷς ὁ αὐτὸς καὶ ἱερεὺς καὶ ἱερεῖον, καὶ τῶν ἁμαρτημάτων τὴν λύσιν εἰργάσατο, καὶ λειτουργίας ἑτέρας οὐ δεῖται· ἀλλὰ τῷ γεγεννηκότι συνεδρεύει τῷ Πατρὶ, προσμένων τοῦ παρόντος βίου τὸ τέλος. Τότε γὰρ αὐτὸν οἱ δυσμενεῖς ἅπαντες ὡς Θεὸν προσκυνήσουσι καὶ Δεσπότην. Ἐχθροὶ δὲ αὐτοῦ, πρῶτος μὲν ὁ διάβολος, καὶ τῶν δαιμόνων τὸ στῖφος· ἔπειτα τῶν Ἰουδαίων καὶ τῶν ἐθνῶν οἱ τῆς πίστεως μὴ δεξάμενοι τὴν ἀκτῖνα· μετὰ δὲ τούτων καὶ τῶν αἱρετικῶν αἱ συμμορίαι τὰς κατ' αὐτοῦ βλασφημίας τολμῶσαι. Εἶτα μέλλων τιθέναι τῇ παρεξετάσει τὸ τέλος, τῆς Ἱερεμίου πάλιν προφητείας ἀναμιμνήσκει· καὶ τοῦ μὲν Προφήτου τὴν προσηγορίαν οὐ λέγει, τὸ δὲ δι' ἐκείνου φθεγξάμενον ὑποδείκνυσι Πνεῦμα, καί φησι· ιεʹ—ιζʹ. «Μαρτυρεῖ δὲ ἡμῖν καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Μετὰ γὰρ τὸ προειρηκέναι· Αὕτη ἡ διαθήκη ἣν διαθήσομαι πρὸς αὐτοὺς μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει Κύριος· Διδοὺς νόμους μου ἐπὶ καρδίας αὐτῶν, καὶ ἐπὶ τῶν διανοιῶν αὐτῶν ἐπιγράψω αὐτούς· καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι.» Εἶτα θαυμασίως ἐπισυνάπτει· ιηʹ. «Ὅπου δὲ ἄφεσις τούτων, οὐκέτι προσφορὰ περὶ ἁμαρτίας.» Περιττὴ γὰρ αὕτη, τῆς ἀφέσεως δωρηθείσης. Ὑπέσχετο δὲ τὴν ἄφεσιν· Τῶν γὰρ ἁμαρτιῶν αὐτῶν, φησὶ, καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. Τοῦτο δὲ γέγονε διὰ τῆς Καινῆς Διαθήκης. Δεχόμεθα γὰρ καὶ ἐν τῷ παναγίῳ βαπτίσματι τῶν ἁμαρτημάτων τὴν ἄφεσιν. Ἐν δὲ τῷ μέλλοντι βίῳ, τῆς ἀθανασίας ἡμῖν χορηγουμένης, δίχα πάντων πολιτευσόμεθα, οὐκέτι τῆς ἁμαρτίας δυναμένης ἐνοχλεῖν τοῖς ἀθανάτοις γεγενημένοις. Ταύτης γένοιτο τυχεῖν ἡμᾶς τῆς ζωῆς. Τευξόμεθα δὲ, κατὰ τὸν παρόντα βίον ἀσπαζόμενοι προθύμως τοὺς πόνους τῆς ἀρετῆς, καὶ τοὺς ὑπὲρ ταύτης ἀγῶνας ἀναδεχόμενοι. Συνεργήσει δὲ ἡμῖν καὶ αὐτὸς ὁ Δεσπότης, ὁ τῶν μελλόντων πρόξενος ἀγαθῶν· ᾧ καὶ μεθ' οὗ τῷ Πατρὶ, σὺν τῷ παναγίῳ Πνεύματι, δόξα πρέπει καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΤΟΜΟΣ ΤΡΙΤΟΣ. ιθʹ—κβʹ. «Ἔχοντες οὖν, ἀδελφοὶ, παῤῥησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι Ἰησοῦ, ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν διὰ τοῦ