Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.77
Not analysed yet
σεως ἐσχηκότων διάγνωσιν, τούτους λαβεῖν καὶ τοῦ νόμου τὴν θέσιν. γʹ. Τί γὰρ εἰ ἠπίστησάν τινες; μὴ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ Θεοῦ καταργήσει; Μὴ γένοιτο. ᾜδει, φησὶν, ἄνωθεν ὁ τῶν ὅλων Θεὸς, καὶ τοὺς φύλακας ἐσομένους τοῦ νόμου, καὶ τοὺς τοῦτον παραβήσεσθαι μέλλοντας· οὐδαμῶς τοίνυν οἱ ἀπιστήσαντες ἐλυμήναντο τὰς θείας εὐεργεσίας. Κἂν γὰρ ἅπαντες οἱ ἄνθρωποι περὶ αὐτὸν ἀχάριστοι γένωνται, οὐκ ἐλαττώσει τοῦ Θεοῦ τὴν δόξαν ἡ τούτων ἀχαριστία. Τοῦτο γὰρ διὰ τῶν ἐπαγομένων δεδήλωκε. δʹ. Γινέσθω δὲ ὁ Θεὸς ἀληθής· πᾶς δὲ ἄνθρωπος ψεύστης. Δῶμεν γὰρ, φησὶ, τῷ λόγῳ, μηδένα τῶν ἀνθρώπων τὴν προσήκουσαν αὐτῷ δοξολογίαν προσφέρειν, ἀλλὰ πάντας ἀχαριστίαν νοσεῖν (τοῦτο γὰρ λέγει· Πᾶς δὲ ἄνθρωπος ψεύστης)· ποίαν ἐντεῦθεν μείωσιν ἡ τοῦ Θεοῦ δέξεται δόξα; Τοῦτο καὶ ἀλλαχοῦ τέθεικεν ὁ μακάριος Παῦλος. «Εἰ ἀπιστοῦμεν γὰρ, φησὶν, ἐκεῖνος πιστὸς μένει· ἀρνήσασθαι γὰρ ἑαυτὸν οὐ δύναται.» Ἐνταῦθα δὲ καὶ Γραφικῇ κέχρηται μαρτυρίᾳ· Καθάπερ γέγραπται· Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Τὸ δὲ ὅπως οὐκ αἰτιολογικόν ἐστιν ἐνταῦθα, ἀλλὰ τῆς ἐκβάσεως δηλωτικόν. Οὐδὲ γὰρ τούτου χάριν ἁμαρτάνομεν, ἵνα τοῦ Θεοῦ τὴν φιλανθρωπίαν δείξωμεν· ἀλλ' αὐτὸς μὲν τῶν εὐεργεσιῶν χορηγεῖ τὰς πηγὰς, σωτηρίαν πραγματευόμενος ἅπασιν· αὐτεξούσιοι δὲ ὄντες οἱ ἄνθρωποι, οἱ μὲν προτιμῶσι τὴν τοῦ Θεοῦ θεραπείαν, οἱ δὲ τὴν ἐναντίαν ὁδεύουσι, καὶ κατάλληλον εὑρίσκουσι τῆς ὁδοῦ τὸ τέλος. Ὁ μέντοι Θεὸς, καὶ τούτους εὐεργετῶν, ἀπολογίαν ἐν τῷ κρίνειν ἔχει, τὴν παντοδαπὴν αὐτῶν ἐπιμέλειαν. Οὕτω καὶ πρὸς τὸν Ἰσραὴλ ἔλεγε· «Λαός μου, τί ἐποίησά σοι; ἢ τί ἐλύπησά σε; ἢ τί παρηνόχλησά σοι; ἀποκρίθητί μοι.» Εἶτα κατὰ μέρος τῶν εὐεργεσιῶν ἀναμιμνήσκει. Οὕτω καὶ διὰ Ἱερεμίου βοᾷ· «Τί εὗρον οἱ πατέρες ὑμῶν ἐν ἐμοὶ πλημμέλημα, ὅτι ἀπέστησαν ἀπ' ἐμοῦ μακρὰν, καὶ ἐπορεύθησαν ὀπίσω τῶν ματαίων, καὶ ἐματαιώθησαν;» Καὶ πάλιν τὸν τῶν εὐεργεσιῶν εἰσφέρει κατάλογον. Ὁ μέντοι θεῖος Ἀπόστολος ὡς ἐκ τοῦ τῶν ἐναντίων ἐπισυλλογίζεται προσώπου. εʹ, ϛʹ. Εἰ δὲ ἀδικία ἡμῶν Θεοῦ δικαιοσύνην συνίστησι, τί ἐροῦμεν; Μὴ ἄδικος ὁ Θεὸς ὁ ἐπιφέρων τὴν ὀργήν; Κατὰ ἄνθρωπον λέγω. Μὴ γένοιτο. Ἀναγκαίως τὴν ὑφ' ἑτέρων προφερομένην ἀντίθεσιν τέθεικε, καὶ τῇ ἀπαγορεύσει τὸ ἄτοπον ἔδειξεν. Οὐ γὰρ ἐγὼ, φησὶ, ταῦτα λέγω, ἀλλὰ τοὺς τῶν ἄλλων τέθεικα λογισμούς. Τοῦτο γὰρ λέγει· «Κατὰ ἄνθρωπον.» Ἐπεὶ πῶς κρινεῖ ὁ Θεὸς τὸν κόσμον; (ζʹ.) Εἰ γὰρ ἡ ἀλήθεια τοῦ Θεοῦ ἐν τῷ ἐμῷ ψεύσματι ἐπερίσσευσεν εἰς τὴν δόξαν αὐτοῦ, τί ἔτι κἀγὼ