Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.80
Not analysed yet
ὡς ἁμαρτωλὸς κρίνομαι; Τῶν ἀτοπωτάτων, φησὶν, ἐστὶ, τὸ ταῦτα λέγειν. Δικαία γὰρ ἡ τοῦ Θεοῦ ψῆφος· καὶ οὐ τὸ ἐμὸν ἄγνωμον προξενεῖ τῷ Θεῷ τὴν ἐπὶ φιλανθρωπίᾳ δόξαν. Ἀδικία γὰρ ἐσχάτη, τοὺς προξένους αὐτοῦ γενομένους τῆς δόξης, δίκας εἰσπράττεσθαι παρ' αὐτοῦ, καὶ κόλασιν ὑπομεῖναι αἰώνιον. Τοῦτο γὰρ οὐδὲ τῶν ἄγαν ἀδικωτάτων ἀνθρώπων δράσοι τις ἂν, ἤπου γε αὐτὸς ὁ τὰς τῆς δικαιοσύνης ἀναβλύζων πηγάς. ηʹ. Καὶ μὴ καθὼς βλασφημούμεθα, καὶ καθὼς φασί τινες ἡμᾶς λέγειν, ὅτι Ποιήσωμεν τὰ κακὰ, ἵνα ἔλθῃ τὰ ἀγαθὰ, ὧν τὸ κρῖμα ἔνδικόν ἐστιν. Οὐδὲν, φησὶ, τούτων ἡμεῖς φαμεν, παρ' ἑτέρων δὲ λέγειν συκοφαντούμεθα, οἳ τῆς συκοφαντίας τίσουσι δίκας. Εἰδέναι μέντοι χρὴ, ὡς τῶν ἱερῶν ἀποστόλων λεγόντων· «Ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις·» τινὲς τῇ θεοσεβείᾳ δουλεύοντες, ψευδολογίαις κατ' αὐτῶν κεχρημένοι, λέγειν αὐτοὺς ἔφασκον· Ποιήσωμεν τὰ κακὰ, ἵνα ἔλθῃ τὰ ἀγαθά. Ἀλλ' οὐχ οὗτος ἦν ὁ τῆς ἀποστολικῆς διδασκαλίας σκοπός. Πᾶν γὰρ τοὐναντίον ἐνομοθέτουν, πάσης ἅπαντας παρανομίας ἀπέχεσθαι. Τοὺς δὲ τῷ παναγίῳ κηρύγματι προσιόντας θαῤῥεῖν ἐκέλευον, ὡς τῆς ἀφέσεως τῶν προτέρων ἁμαρτημάτων ὑπὸ τοῦ Θεοῦ δεδομένης. Ἡμεῖς δὲ ἐνταῦθα τὴν ἑρμηνείαν στήσαντες, καὶ τὸν νοῦν διαναπαύσαντες, τὸν δεδωκότα στόμα ἀνθρώπῳ, καὶ ποιήσαντα δύσκωφον καὶ κωφὸν, ἀνυμνήσωμεν, καὶ τῆς ἀποστολικῆς διδασκαλίας τὸν νοῦν καταμαθεῖν ἱκετεύσωμεν. Δώσει γὰρ πάντως ὁ εἰπών· «Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν.» Μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ παναγίῳ Πνεύματι δόξα πρέπει καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ. Εἰρήκαμεν ἤδη, ὡς ὁ θεῖος Ἀπόστολος δεῖξαι βούλεται τὴν ἐνανθρώπησιν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἀναγκαίως γεγενημένην. Τούτου γὰρ δὴ χάριν τὸν περὶ τῶν ἔξω τοῦ νόμου, καὶ μέντοι καὶ τῶν ὑπ' αὐτὸν πολιτευσαμένων, κεκίνηκε λόγον· καὶ διήλεγξε κἀκείνους τὸν φυσικὸν, καὶ τούτους τὸν Μωσαϊκὸν παραβεβηκότας νόμον, καὶ τιμωρίας ὄντας τῆς ἐσχάτης ἀξίους. Καὶ ἰατρὸν ἄριστον ἐμιμήσατο, ὃς πρότερον τὴν τοῦ νοσήματος χαλεπότητα διδάσκει τοὺς κάμνοντας, εἶθ' οὕτω προσφέρει τὴν τῶν ἀλεξικάκων φαρμάκων βοήθειαν. Οὕτω γὰρ καὶ αὐτὸς τὴν τούτων κἀκείνων διελέγξας παρανομίαν, καὶ δείξας ὑπευθύνους καὶ τιμωρίας ἀξίους, προσφέρει λοιπὸν τὸ τῆς πίστεως φάρμακον, καὶ τῆς θείας οἰκονομίας τὴν φιλανθρωπίαν διδάσκει, καί φησιν· θʹ—ιηʹ. Τί οὖν κατέχομεν περισσόν; Προῃτιασάμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας, πάντας ὑφ' ἁμαρτίαν εἶναι, καθὼς γέγραπται, ὅτι Οὐκ ἔστι δίκαιος οὐδὲ εἷς. Οὐκ ἔστιν ὁ συνιῶν· οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν Θεόν. Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν· οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός. Τάφος ἀνεῳγμένος ὁ λάρυγξ