Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.781
Not analysed yet
ζʹ. «Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ Θεοῦ, ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς, μιμεῖσθε τὴν πίστιν.» Περὶ τῶν ἤδη τετελευτηκότων ἁγίων ἔφη, Στεφάνου τοῦ πρωτομάρτυρος, Ἰακώβου τοῦ Ἰωάννου ἀδελφοῦ, Ἰακώβου τοῦ ἐπίκλην Δικαίου. Καὶ ἕτεροι δὲ πλεῖστοι ὑπὸ τῆς Ἰουδαίων ἀνῃρέθησαν λύττης. Εἰς τούτους, φησὶν, ἀφορῶντες, καὶ τὴν ἀξιέπαινον αὐτῶν μανθάνοντες πολιτείαν, τὴν πίστιν ζηλώσατε. ηʹ. «Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.» Καὶ τοῦτο οὐχ ἁπλῶς τέθεικεν, ἀλλὰ τοῖς ἀναιρεθεῖσι προσήρμοσε, διδάσκων ὡς καὶ αὐτὸς ὑπὸ Ἰουδαίων τῷ σταυρῷ προσηλώθη. Δείκνυσι δὲ αὐτοῦ καὶ τὴν αἰώνιον ὕπαρξιν. Χθὲς γὰρ καὶ σήμερον τὴν ἀνθρωπείαν ἐκάλεσε φύσιν· αἰώνιον δὲ τὴν θεότητα προσηγόρευσε. Τὸν δὲ αὐτὸν ἔφη καὶ τοῦτο εἶναι κἀκεῖνο· ἐπειδὴ εἷς Υἱὸς μονογενὴς ὁ αὐτὸς καὶ πρωτότοκος. θʹ. «Διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε· καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατήσαντες.» Διδασκαλίας ξένας ἐκάλεσε τὰς ταῖς εὐαγγελικαῖς ἐναντίας. Παρακελεύεται τοίνυν αὐτοῖς τῆς χάριτος προσμεῖναι διδασκαλίᾳ, καὶ τὰς νομικὰς παρατηρήσεις καταλιπεῖν. Οὐδεὶς γὰρ, φησὶν, ἐκ τούτων ὄνησιν ἐκαρπώσατο. Ἐπειδὴ δὲ καὶ ὁ θεῖος νεὼς κατὰ τὸν καιρὸν ἐκεῖνον εἱστήκει, καὶ τὰ ἱερὰ κατὰ νόμον ἐθύετο, ἀναγκαίως ἐπήγαγεν· ιʹ. «Ἔχομεν θυσιαστήριον, ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες.» Τοῦτο, φησὶ, τοῦ παλαιοῦ πολλῷ τιμιώτερον· ἐκεῖνο γὰρ τούτου σκιά. Ἐκεῖνο δέχεται τὰς ἀλόγους θυσίας· τοῦτο δὲ τὴν λογικήν τε καὶ θείαν. Οὗ δὴ χάριν οὐδεὶς ἐκείνων τῶν ἱερέων ταύτης μεταλαγχάνει, εἰ μὴ πρότερον τὴν εἰς τὸν Κύριον δέξηται πίστιν. ιαʹ, ιβʹ. «Ὧν γὰρ εἰσφέρεται ζώων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς. Διὸ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαὸν, ἔξω τῆς πύλης ἔπαθε.» Βλέπετε τὸν τύπον, καὶ παράθετε τὴν ἀλήθειαν, καὶ τὴν ὁμοιότητα θεωρήσατε. Δάμαλιν πυῤῥὰν ὁ νόμος ἐκέλευσε σφαγῆναι, καὶ ἐκ τοῦ ταύτης αἵματος τὸν ἀρχιερέα λαβεῖν, καὶ πρὸ τοῦ ἱλαστηρίου ῥᾶναι τῷ δακτύλῳ ἑπτάκις. Αὐτὴν μέντοι τὴν δάμαλιν ἔξω τῆς παρεμβολῆς κατακαίοντες, τὴν κόνιν ἐλάμβανον, καὶ διὰ ταύτης τοὺς καλουμένους ἀκαθάρτους ἐκάθαιρον. Τοῦτο δὲ τοῦ σωτηρίου πάθους ἐπλήρου τὸν τύπον. Καὶ γὰρ ἐνταῦθα τὸ ἐξ Ἀδὰμ σῶμα τὸ ἐρυθρὸν σημαίνει τὸ ὄνομα τῇ Ἑβραίων φωνῇ. Ἔξω δὲ τῆς πύλης τῷ σταυρῷ προσηλώθη· τὸ δὲ τούτου αἷμα τὰς ἡμετέρας καθαίρει ψυχάς. Ἀντὶ δὲ τῆς κόνεως αὐτὸ τὸ ζωοποιὸν ἡμῖν γίνεται σῶμα.