Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.784
Not analysed yet
ιγʹ. «Τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς, τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες.» Ἔξω τῆς παρεμβολῆς, ἀντὶ τοῦ, Ἔξω τῆς κατὰ νόμον γενώμεθα πολιτείας, φέροντες τὰ ὑπὲρ τοῦ σεσωκότος ὀνείδη. ιδʹ. «Οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν.» Καταφρονήσωμεν τοίνυν τῶν παρόντων, καὶ προσμείνωμεν ἐκεῖνα τὰ μόνιμά τε καὶ διαρκῆ. ιεʹ. «Δι' αὐτοῦ οὖν ἀναφέρωμεν θυσίαν αἰνέσεως διαπαντὸς τῷ Θεῷ, τουτέστι καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ.» Οὐδὲν γὰρ ἡμᾶς ὀνίνησιν ὑμνῳδία τῷ Θεῷ προσφερομένη δίχα τῆς εἰς τὸν Υἱὸν πίστεως. Ἐπειδὴ γὰρ Ἑβραίοις ἔγραφεν, οἱ μόνον τιμᾷν εἰώθασι τὸν Πατέρα, ἀναγκαίως τὸ, δι' αὐτοῦ, προστέθεικε. ιϛʹ. «Τῆς δὲ εὐποιίας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε. Τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ Θεός.» Ἔδειξε τὴν τῆς αἰνέσεως θυσίαν ἀρέσκουσαν τῷ Θεῷ. Συνέζευξε δὲ αὐτῇ καὶ τὴν τῆς εὐποιίας, ἢν κοινωνίαν εἰκότως ἐκάλεσε. Καὶ γὰρ ὁ Κύριος ἔφη· «Ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ μαμμωνᾶ τῆς ἀδικίας, ἵνα ὅταν ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους αὑτῶν σκηνάς.» Καὶ ὁ θεῖος Ἀπόστολος· «Τὸ ὑμῶν περίσσευμα εἰς τὸ ἐκείνων ὑστέρημα, ἵνα γένηται καὶ τὸ ἐκείνων περίσσευμα εἰς τὸ ὑμῶν ὑστέρημα, ὅπως γένηται ἰσότης.» Κοινωνία τοίνυν ἐστὶ καὶ ἀντίδοσις. Ὁ μὲν γὰρ δίδωσι χρήματα, ὁ δὲ ἀντιδίδωσιν εὐλογίαν, καὶ ἔστι τοῦ δεομένου τὰ μείζονα. ιζʹ. «Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν, καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες, ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσι, καὶ μὴ στενάζοντες. Ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο.» Παραινεῖ μὲν τοῖς μαθηταῖς ὑπακούειν τοῖς διδασκάλοις. Διήγειρε δὲ κατὰ ταυτὸν καὶ τοὺς διδασκάλους εἰς πλείονα προθυμίαν· διδάσκει γὰρ αὐτοὺς ἀγρυπνεῖν, καὶ τὰς εὐθύνας δειμαίνειν. ιηʹ. «Προσεύχεσθε περὶ ἡμῶν· πεποίθαμεν γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν, ἐν πᾶσι καλῶς θέλοντες ἀναστρέφεσθαι.» Διεβέβλητο αὐτοῖς ὡς τἀναντία τῷ νόμῳ κηρύττων. Διδάσκει τοίνυν αὐτοὺς ὡς οὐκ ἄλλου του χάριν τοῦτο ποιεῖ, ἀλλὰ τῷ θείῳ λόγῳ πειθόμενος. Διά τοι τοῦτο καὶ τὴν συνείδησιν εἰς μαρτυρίαν ἐκάλεσεν. ιθʹ. «Περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι, ἵνα τάχιον ἀποκατασταθῶμεν ὑμῖν.» Δότε τῶν προσευχῶν τὴν βοήθειαν, συνεργήσατέ μου τῇ προθυμίᾳ· ποθῶ γὰρ ὑμᾶς θεάσασθαι. κʹ, καʹ. «Ὁ δὲ Θεὸς τῆς εἰρήνης, ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν, ἐν αἵματι διαθήκης αἰωνίου τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, καταρτίσαι ὑμᾶς ἐν παντὶ ἔργῳ ἀγαθῷ εἰς τὸ ποιῆσαι θέλημα αὐτοῦ, ποιῶν ἐν ὑμῖν τὸ