Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.793
Not analysed yet
ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ.» Ὅτι μὲν ἁμαρτωλῶν χάριν ὁ Μονογενὴς ἐνηνθρώπησε, καὶ αὐτὸς ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἐδίδαξεν· «Οὐκ ἦλθον γὰρ, φησὶ, καλέσαι δικαίους, ἀλλ' ἁμαρτωλοὺς εἰς μετάνοιαν.» Τῶν δὲ ἁμαρτωλῶν ἁπάντων πρῶτον ἑαυτὸν φάναι, καὶ αὐτὸν ὑπερβαίνει τῆς ταπεινοφροσύνης ὅρον. Διὰ δὲ τῶν ἑξῆς καὶ ἕτερόν τι μεῖζον κατασκευάζει. Προσήκει δὲ πρότερον αὐτὰ θεῖναι τὰ ῥήματα, καὶ τότε τὴν ἑρμηνείαν προσθεῖναι. ιϛʹ. «Ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρῶτον ἐνδείξηται Ἰησοῦς Χριστὸς τὴν πᾶσαν μακροθυμίαν, πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ' αὐτῷ εἰς ζωὴν αἰώνιον.» Καθάπερ, φησὶν, ἰατρὸς ἐν οἰκίᾳ μιᾷ πολλῶν κατὰ ταυτὸν ἀῤῥωστούντων, καὶ πάντων ἀπαγορευσάντων τὴν ὑγείαν, ἕνα λαβὼν χαλεπώτατα διακείμενον, καὶ τούτῳ προσενεγκὼν τὰ ἀλεξίκακα φάρμακα, καὶ εἰς τὴν ἄκραν αὐτὸν μεταγαγὼν ὑγείαν, πᾶσι τοῖς ἄλλοις ἐντίθησι θάρσος· οὕτως ὁ Δεσπότης Χριστὸς ὁ τῶν ψυχῶν ἰατρὸς, τῆς τῶν ἁμαρτωλῶν ἕνεκα σωτηρίας ἐνανθρωπήσας, ἐμὲ τῶν πάντων παρανομώτατον εἰς μέσον ἀγαγὼν, οὐ μόνον τῶν προτέρων ἠλευθέρωσε κηλίδων, ἀλλὰ καὶ μεγίσταις ἐπέκλυσε δωρεαῖς· δι' ἐμοῦ πᾶσιν ἀνθρώποις τὴν ἀμέτρητον μακροθυμίαν δεικνὺς, ἵνα μηδεὶς τῶν μεγάλα παρανενομηκότων εἰς ἐμὲ ἀποβλέπων ἀπαγορεύσῃ τὴν σωτηρίαν. Ἀλλ' ὁ μὲν θεῖος Ἀπόστολος ταῦτα εἴρηκε μετρίῳ κεχρημένος φρονήματι. Εἰδέναι μέντοι χρὴ, ὡς οὐ βίον ἑαυτῷ συνῄδει παράνομον· πῶς γὰρ, ὅς γε Φιλιππησίοις γράφων εἴρηκε· «Κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος;» ἀλλὰ τῶν κατὰ τῆς Ἐκκλησίας μεμνημένος ἐγχειρημάτων. Οὕτω καὶ Κορινθίοις γράφων ἔφη· «Ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν Ἐκκλησίαν τοῦ Θεοῦ.» Οὕτω τοίνυν τῆς θείας μνημονεύσας εὐεργεσίας, πάλιν εἰς ὑμνῳδίαν μεταφέρει τὴν γλῶτταν. ιζʹ. «Τῷ δὲ βασιλεῖ τῶν αἰώνων ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ, τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.» Ἐπειδὴ τὸν Δεσπότην Χριστὸν ἐκείνων ἔδειξε τῶν ἀγαθῶν χορηγὸν, διδάξαι βουλόμενος ὡς τοῦ Θεοῦ καὶ Πατρὸς εὐδοκοῦντος, καὶ τοῦ θείου Πνεύματος συνεργοῦντος, ἐκεῖνα γεγένηται, ἀπὸ τοῦ ἑνὸς προσώπου ἐπὶ τὸ κοινὸν μετέβη τῆς φύσεως, καὶ τὸν ὕμνον τῇ Τριάδι προσήνεγκε. Καὶ τὰ πρόσωπα σιγήσας, τὴν θείαν φύσιν ἀνύμνησεν. Ὅτι γὰρ οὐ μόνον τῷ Θεῷ καὶ Πατρὶ, ἀλλὰ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι τὰ εἰρημένα προσήκει, καταμαθεῖν εὐπετές. Βασιλεὺς γὰρ τῶν αἰώνων οὐ μόνος ὁ Πατὴρ, ἀλλὰ καὶ ὁ μονογενὴς Υἱός· τῶν γὰρ αἰώνων ἐστὶ ποιητής. Καὶ μέντοι καὶ τὸ πανάγιον Πνεῦμα· αἰώνιον γὰρ καὶ αὐτὸ προσηγόρευσεν ὁ θεῖος Ἀπόστολος· «Ὃς διὰ Πνεύματος γὰρ, φησὶν,