Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.796
Not analysed yet
αἰωνίου.» Καὶ τὸ ἄφθαρτόν τε καὶ ἀόρατον, καὶ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος ἴδια. Τούτων δὲ οὕτω δεδηλωμένων, καὶ τὸ Θεὸς ὄνομα τῆς Τριάδος μόνης ἀληθῶς ὄνομα. Οὐδεὶς γὰρ παρὰ ταύτην φύσει Θεός. Οὕτω τῶν καθ' ἑαυτὸν ἐν μέσῳ μνημονεύσας, καὶ τὸν ὕμνον συμπεράνας, πάλιν τὸν πρῶτον ἀνέλαβε λόγον. ιηʹ. «Ταύτην τὴν παραγγελίαν παρατίθημί σοι, τέκνον Τιμόθεε, κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας.» Τῇ μὲν οὖν τοῦ τέκνου προσηγορίᾳ τὴν πατρικὴν φιλοστοργίαν γυμνοῖ· τῇ δὲ μνήμῃ τῆς προφητείας, τὴν περὶ τὸν εὐεργέτην ἀγάπην πυρσεύει. Οὐ γὰρ ἀνθρωπίνης, φησὶ, τετύχηκας κλήσεως, ἀλλὰ κατὰ θείαν ἀποκάλυψιν τὴν χειροτονίαν ἐδέξω. Εἰκὸς δὲ οὐ μόνον αὐτὸν ἐξ ἀποκαλύψεως προβληθῆναι διδάσκαλον, ἀλλὰ καὶ κατὰ τοιοῦτόν τινα τρόπον καὶ τῆς ἐξ ἀρχῆς κλήσεως ἀπολαῦσαι. Οὗ δὴ χάριν οὐκ ἔφη, προφητείαν, ἀλλὰ, προφητείας. «Ἵνα στρατεύῃ ἐν αὐταῖς τὴν καλὴν στρατείαν.» Προσήκει γάρ σε τῆς ἐκλογῆς σαυτὸν ἄξιον ἀποφῆναι, καὶ ταῖς προφητείαις ἐπιθεῖναι τὸ πέρας, καὶ ἀνδρείως τὴν πρὸς τοὺς ἀντιπάλους δαίμονας ἀναδέξασθαι μάχην. Τὸν γὰρ διδάσκαλον ἑαυτοῦ χρὴ πρῶτον εἶναι διδάσκαλον, καὶ τὸν στρατηλάτην στρατιώτην εἶναι δεῖ ἀγαθόν. ιθʹ. «Ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν.» Συνεζεῦχθαι γὰρ προσήκει τῇ πίστει καὶ τὸν ἐπαινούμενον βίον. Συνείδησιν ἀγαθὴν τὴν σωφροσύνῃ καὶ δικαιοσύνῃ κεκοσμημένην λέγει ζωήν. Τῆς δὲ τούτων ἐστερημένης πίστεως τὴν ἀσθένειαν διὰ τῶν ἑξῆς δείκνυσιν. «Ἥν τινες ἀπωσάμενοι.» Τουτέστι τὴν ἀγαθὴν συνείδησιν. «Περὶ πίστιν ἐναυάγησαν.» Ὑποβάθρα γὰρ πολλάκις ἀσεβείας ὁ διεφθαρμένος γίνεται βίος· καί τινες τοῦ συνειδότος τὴν κατηγορίαν οὐ φέροντες, ἠρνήθησαν καὶ τὴν καθόλου πρόνοιαν τοῦ Θεοῦ, καὶ εἱμαρμένῃ καὶ μοίραις τὰ καθ' ἑαυτοὺς ἀνέθεσαν. Λέγει δὲ καὶ τοὺς τότε ναυαγήσαντας. κʹ. «Ὧν ἐστιν Ὑμέναιος καὶ Ἀλέξανδρος.» Εἶτα καὶ τὴν κατ' αὐτῶν ἐξενεχθεῖσαν δείκνυσι ψῆφον. «Οὓς παρέδωκα τῷ Σατανᾷ, ἵνα παιδευθῶσι μὴ βλασφημεῖν.» Τὸ μέντοι τῆς βλασφημίας εἶδος οὐ πεποίηκε δῆλον· εἰδότι γὰρ ἔγραφε. Τῷ δὲ διαβόλῳ οὐχ ὡς ἀγαθῶν διδασκάλῳ παρέδωκε τούτους, ἀλλ' ὡς δημίῳ πικρῷ. Τούτου χάριν οὐκ εἶπεν, ἵνα παιδεύσῃ αὐτοὺς μὴ βλασφημεῖν, ἀλλ' ἵνα παιδευθῶσι μὴ βλασφημεῖν. Τοῦ γὰρ ἐκκλησιαστικοῦ σώματος χωρισθέντες, καὶ τῆς θείας χάριτος γυμνωθέντες, πικρὰς παρὰ τοῦ δυσμενοῦς ἐδέχοντο μάστιγας, καὶ νόσοις καὶ παθήμασι χαλεποῖς περιπίπτοντες, καὶ ζημίαις καὶ συμφοραῖς ἑτέραις. Ταῦτα γὰρ ἐκείνῳ φίλον τοῖς ἀνθρώποις ἐπάγειν· ἐπειδὴ καὶ ἐχθρός ἐστι καὶ ἐκδικητὴς, κατὰ τὸν Προφήτην. Ἐκείνους δὲ εἰκὸς ἦν παιδευομένους μεταβαλεῖν τὴν γνώμην,