Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.81
Not analysed yet
αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν. Ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν. Ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει. Ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα. Σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν· καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν. Οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν. Καὶ ἐν τοῖς πρόσθεν ἡρμηνευμένοις, τὰ κατὰ τὴν περιτομὴν καὶ τὴν ἀκροβυστίαν παρεξετάσας, ἐπήγαγε· Τί οὖν τὸ περιττὸν τοῦ Ἰουδαίου; Καὶ ἐνταῦθα, δεῖξαι βουλόμενος τῆς εὐαγγελικῆς χάριτος τὴν ὑπερβολὴν, ἔφη· Τί οὖν κατέχομεν περισσόν; Ἐδείξαμεν γὰρ καὶ τοὺς ἔξω τοῦ νόμου, καὶ τοὺς ὑπὸ τῷ νόμῳ πολιτευσαμένους ἡμαρτηκέναι. Προστέθεικε δὲ καὶ τὴν Δαβιτικὴν μαρτυρίαν, ὡς ἄγαν ἁρμόττουσαν εἰς τὴν προκειμένην ὑπόθεσιν. Συντομίας δὲ ὅτι μάλιστα φροντίζων τοῦτο ποιεῖ· ἢ γὰρ ἂν ἅπαντας τοὺς προφήτας εἰς κατηγορίαν Ἰουδαίων ἐκάλεσεν, οἳ τὰ τοιαῦτα περὶ αὐτῶν καὶ ἔτι τούτων ἀτοπώτερα λέγουσιν. Ὅθεν ἐπήγαγεν· ιθʹ. Οἴδαμεν ὅτι ὅσα ὁ νόμος λέγει, τοῖς ἐν τῷ νόμῳ λαλεῖ. Σὺν πολλῇ δὲ καὶ τοῦτο τέθεικεν ἀκριβείᾳ. Οὐ γὰρ εἶπε, περὶ τῶν ἐν τῷ νόμῳ, ἀλλὰ, τοῖς ἐν τῷ νόμῳ. Πολλὰ γὰρ καὶ περὶ Βαβυλωνίων λέγει, Περσῶν τε καὶ Μήδων καὶ Αἰγυπτίων, καὶ ἑτέρων πλείστων ἐθνῶν. Ἀλλ' ὅμως Ἰουδαίοις καὶ τὰς περὶ τούτων προῤῥήσεις προσέφερεν. Ἵνα πᾶν στόμα φραγῇ, καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ Θεῷ. Τὸ ἵνα πάλιν κατὰ τὸ οἰκεῖον ἰδίωμα τέθεικεν. Οὐδὲ γὰρ τούτου χάριν καὶ νομοθετεῖ ὁ τῶν ὅλων Θεὸς, καὶ τὰς παραινέσεις τοῖς ἀνθρώποις προσφέρει, ἵνα ταῖς τιμωρίαις ὑπευθύνους ἐργάσηται· ἀλλ' αὐτὸς μὲν τῆς σωτηρίας αὐτῶν προμηθούμενος τοῦτο ποιεῖ, οἱ δὲ τὴν ἐναντίαν ὁδεύοντες, ἐπισπῶνται τὴν τιμωρίαν. Εἶτα μέλλων δεικνύναι τὰ δῶρα τῆς πίστεως, δείκνυσι πρότερον ἅπαντας ταύτης προσδεομένους· καὶ πρό γε τῶν ἄλλων αὐτοὺς τοὺς ἐπὶ τῷ νόμῳ σεμνυνομένους. κʹ. Διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ. Τοῦ Μωσαϊκοῦ νόμου τὰ μὲν συνέβαινε τῇ γνώσει τῆς φύσεως, ὡς τό· «Οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις κατὰ τοῦ πλησίον σου μαρτυρίαν ψευδῆ· τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου,» καὶ ὅσα τοιαῦτα. ᾜδεσαν γὰρ καὶ οἱ τοῦτον μὴ δεξάμενοι τὸν νόμον, ὅτι τούτων ἕκαστον κατηγορίαις καὶ μέντοι καὶ τιμωρίαις ὑπεύθυνον. Τινὰ δὲ Ἰουδαίοις μόνον κατ' ἐκεῖνον συμφέροντα τὸν καιρὸν τέθεικεν ὁ νομοθέτης· οἷον περιτομὴν λέγω, καὶ Σάββατον, καὶ τὰς θυσίας, καὶ τὰ περιῤῥαντήρια, καὶ τὰ περὶ λεπροῦ καὶ γονοῤῥυοῦς, καὶ τὰ τούτοις προσόμοια· ἃ σύμβολα μέν ἐστιν ἑτέρων· πληρούμενα δὲ αὐτὰ καθ' ἑαυτὰ οὐκ ἀπέχρη δίκαιον ἀποφῆναι τὸν μετιόντα. Οὗ δὴ χάριν καὶ ὁ θεῖος Ἀπόστολος ἔφη· Διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα