Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.824
Not analysed yet
ΚΕΦΑΛΑΙΟΝ ϛʹ. αʹ. «Ὅσοι εἰσὶν ὑπὸ ζυγὸν δοῦλοι, τοὺς ἰδίους δεσπότας πάσης τιμῆς ἀξίους ἡγείσθωσαν, ἵνα μὴ τὸ ὄνομα τοῦ Θεοῦ καὶ ἡ διδασκαλία βλασφημῆται.» Ταῦτα περὶ ἀπίστους ἐχόντων δεσπότας λέγει. Ἐκεῖνοι γὰρ πάντως τυραννοῦντας τοὺς οἰκέτας ὁρῶντες, τὴν εὐαγγελικὴν ἐβλασφήμουν διδασκαλίαν, ὡς τούτων αἰτίαν γεγενημένην. βʹ. «Οἱ δὲ πιστοὺς ἔχοντες δεσπότας, μὴ καταφρονείτωσαν, ὅτι ἀδελφοί εἰσιν· ἀλλὰ μᾶλλον δουλευέτωσαν, ὅτι πιστοί εἰσι καὶ ἀγαπητοὶ οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι.» Μήτε μὴν οἱ εὐσεβεῖς ἔχοντες δεσπότας καταφρονήσεως λαμβανέτωσαν πρόφασιν τὴν τούτων εὐσέβειαν· ἀλλὰ πλείονος αὐτοὺς τούτου χάριν ἀξιούτωσαν θεραπείας. «Ταῦτα δίδασκε, καὶ παρακάλει.» Τὸ μὲν διδακτικῶς, τὸ δὲ πατρικῶς. γʹ, δʹ. «Εἴ τις ἑτεροδιδασκαλεῖ, καὶ μὴ προσέρχεται ὑγιαίνουσι λόγοις τοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τῇ κατ' εὐσέβειαν διδασκαλίᾳ, τετύφωται, μηδὲν ἐπιστάμενος, ἀλλὰ νοσῶν περὶ ζητήσεις καὶ λογομαχίας.» Προσήκει τοῖς Δεσποτικοῖς ὅροις ἐμμένειν. Οἱ γὰρ τούτους μὲν παραβαίνειν τολμῶντες, τοῖς οἰκείοις δὲ λογισμοῖς ἀκολουθοῦντες, ἴσασι μὲν τῶν δεόντων οὐδὲν, τύφῳ δὲ μόνῳ δουλεύουσιν. «Ἐξ ὧν γίνεται φθόνος, ἔρις, βλασφημίαι, ὑπόνοιαι πονηραὶ, (εʹ) διαπαρατριβαὶ διεφθαρμένων ἀνθρώπων τὸν νοῦν, καὶ ἀπεστερημένων τῆς ἀληθείας, νομιζόντων πορισμὸν εἶναι τὴν εὐσέβειαν.» Οἱ γὰρ τῆς ἀληθείας ἀφιστάμενοι, καὶ λογισμοῖς οἰκείοις ἑπόμενοι, διδάσκειν μὲν πειρῶνται τὰ μὴ προσήκοντα, ἔρις δὲ καὶ φθόνος ἐντεῦθεν ἀκολουθεῖ· ἐκ δὲ τῆς ἔριδος, ἡ κατὰ τοῦ Θεοῦ βλασφημία τολμᾶται· τῆς δὲ πίστεως ἐληλαμένης, ὑπόνοιαι πονηραὶ περιφύονται. Ἐντεῦθεν δὲ λύμη τις γεννᾶται διαφθείρουσα τοὺς πελάζοντας· τοῦτο γὰρ δηλοῖ, ἡ διαπαρατριβὴ τῶν διεφθαρμένων τὸν νοῦν. Ὥσπερ γὰρ τὰ νοσοῦντα πρόβατα τοῖς εὐεκτοῦσι συνδιαιτώμενα μεταδίδωσι τῆς νόσου· οὕτω καὶ οὗτοι τοὺς πελάζοντας ἐμφοροῦσι τῆς λύμης. Ὅθεν αὐτῷ καὶ ἀπαγορευτικῶς βοᾷ· «Ἀφίστασο ἀπὸ τῶν τοιούτων.» Ἐπειδὴ δὲ ἐκεῖνοι ἐπὶ βλάβῃ πορισμὸν ὑπέλαβον τὴν εὐσέβειαν, ἐπήγαγεν· ϛʹ. «Ἔστι δὲ πορισμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας.» Τὴν γὰρ αἰώνιον ἡμῖν πορίζει ζωήν. Κατὰ μέντοι τὸν παρόντα βίον φεύγειν προσήκει τὴν πλεονεξίαν, καὶ τὴν αὐτάρκειαν στέργειν. Εἶτα ἀπὸ τῆς φύσεως αὐτῆς βεβαιοῖ τὴν παραίνεσιν. ζʹ. «Οὐδὲν γὰρ εἰσενέγκαμεν εἰς τὸν κόσμον· δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα.» Τοῦτο καὶ ὁ μακάριος Ἰὼβ ἔφη· «Α τὸς γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου· γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ.»