Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.825
Not analysed yet
ηʹ. «Ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα.» Τροφῆς γὰρ συμμέτρου μόνης, καὶ καλυμμάτων καταλλήλων δεόμεθα. Διδάσκει δὲ καὶ τῆς ἀπληστίας τὴν λώβην. θʹ. «Οἱ δὲ βουλόμενοι πλουτεῖν, ἐμπίπτουσιν εἰς παγίδα καὶ πειρασμὸν τοῦ διαβόλου, καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβερὰς, αἵτινες βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν.» Οὐχ ἁπλῶς εἶπεν, οἱ πλουτοῦντες, ἀλλ', οἱ βουλόμενοι πλουτεῖν. Ἐὰν γάρ τις τὸν ἐκ προγόνων διαδεξάμενος πλοῦτον, κατὰ τοὺς θείους νόμους τοῦτον οἰκονομεῖ, κατηγορίας ἐλεύθερος. Ὁ δὲ ἐκ πενήτων μὲν φὺς, πλούτου δὲ ἐφιέμενος, καὶ πάντα πόρον εἰς τὴν τούτου κτίσιν κινῶν, κόρον μὲν τῆς ἐπιθυμίας οὐ λήψεται, ταῖς δὲ τῆς ἁμαρτίας περιπαρήσεται πάγαις· καὶ κλυδωνιζόμενος, καὶ ναυαγῶν ἐκτελέσει τὸν βίον. ιʹ. «Ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία.» Καὶ γὰρ μιαιφονίαι, καὶ γοητεῖαι, καὶ ἁρπαγαὶ, καὶ πλεονεξίαι, καὶ ψεῦδος, καὶ παράβασις ὅρκων, καὶ τἄλλα τῆς παρανομίας εἴδη, ἐκ τῆς ῥίζης ταύτης βλαστάνει. «Ἧς τινὲς ὀρεγόμενοι ἀπεπλανήθησαν ἀπὸ τῆς πίστεως, καὶ ἑαυτοὺς περιέπειραν ὀδύναις πολλαῖς.» Ἀπρόσωπον τὴν κατηγορίαν εἰσήνεγκεν, ὡς φιλόστοργος πατὴρ, καὶ τῶν ἀλλοτρίων γεγενημένων κηδόμενος. ιαʹ. «Σὺ δὲ, ὦ ἄνθρωπε τοῦ Θεοῦ, ταῦτα φεῦγε.» Μέγας ὁ ἔπαινος. Οὕτως ἐκαλεῖτο καὶ Ἠλίας ὁ μέγας· οὕτω καὶ πολλοὶ τῶν προφητῶν ὠνομάσθησαν. Οὐχ ὡς τῶν ἄλλων ἀνθρώπων οὐκ ὄντων Θεοῦ· πάντες γὰρ Θεοῦ ποιήματα· ἀλλ' οἱ τοὺς ἀρχαίους τῆς δημιουργίας χαρακτῆρας φυλάξαντες, ἀληθῶς καλοῦνται ἄνθρωποι τοῦ Θεοῦ. Οὕτω πάντες δοῦλοι Θεοῦ, ὡς ποιήματα· καὶ γὰρ ὁ Ναβουχοδονόσωρ δοῦλος ὁ δυσσεβής. Ἀλλ' ἐκεῖνος μὲν φύσει· Ἀβραὰμ δὲ, καὶ Δαβὶδ, καὶ Παῦλος, καὶ οἱ κατὰ τούτους, καὶ σχέσει. «Δι' Ἀβραὰμ γὰρ, φησὶ, τὸν δοῦλόν σου·» καί· «Διὰ Δαβὶδ τὸν δοῦλόν μου·» καί· «Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ.» «Δίωκε δὲ δικαιοσύνην, εὐσέβειαν, πίστιν, ἀγάπην, ὑπομονὴν, πραότητα. (ιβʹ.) Ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως.» Ἄνω γυμνάζεσθαι παρεγγυήσας, νῦν ἀγωνίζεσθαι παραινεῖ. Τὸ ἐντεῦθεν δείκνυσι κέρδος. «Ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς, εἰς ἣν ἐκλήθης, καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων.» Πάντας γὰρ παρ' αὐτοῦ δεξαμένους τὸ κήρυγμα μάρτυρας εἶχε τῆς καλῆς ὁμολογίας. ιγʹ. «Παραγγέλλω σοι ἐνώπιον τοῦ Θεοῦ τοῦ ζωοποιοῦντος τὰ πάντα, καὶ Χριστοῦ Ἰησοῦ τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν.» Τοῦ ταλάντου τὰς εὐθύνας δεδιὼς ὁ θεῖος Ἀπόστολος, ἀφειδῶς τῷ μαθητῇ τὰς διαμαρτυρίας