Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.865
Not analysed yet
λον.» Ὅταν γὰρ καὶ τὰ λεγόμενα τῇ ἀληθείᾳ κοσμεῖται, καὶ τὰ γινόμενα συμφωνεῖ τοῖς λεγομένοις, ἐμφράττεται καὶ αὐτῶν τῶν φιλολοιδόρων τὰ στόματα. θʹ. «Δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι, ἐν πᾶσιν εὐαρέστους εἶναι.» Τὸ, ἐν πᾶσιν, ἀντὶ τοῦ, τοῖς τῇ σωματικῇ τῶν δεσποτῶν ἁρμόττουσι θεραπείᾳ. Οὔτε γὰρ, εἰ κελεύει δεσπότης δυσσεβεῖν. ὑπακούειν τῷ δούλῳ προστάττει. Καὶ τοῦτο δηλοῖ τὰ ἐπαγόμενα· «Μὴ ἀντιλέγοντας, (ιʹ.) μὴ νοσφιζομένους, ἀλλὰ πίστιν πᾶσαν ἐνδεικνυμένους ἀγαθήν.» Εὐνοίᾳ καὶ ἐλευθερίᾳ κοσμείσθωσαν, τῆς τῶν δεσποτῶν ἐπιμελείσθωσαν θεραπείας. Ταῦτα δὲ δῆλον ὅτι περὶ τῶν ἤδη πεπιστευκότων δούλων νομοθετεῖ. Τοῦτο γὰρ καὶ ἐπήγαγεν· «Ἵνα τὴν διδασκαλίαν τὴν τοῦ Σωτῆρος ἡμῶν Θεοῦ κοσμῶσιν ἐν πᾶσιν.» Ἔπαινος γὰρ τοῦ θείου κηρύγματος, τὸ τοὺς οἰκέτας τοσαύτην δέξασθαι τῆς γνώμης μεταβολήν. Εἶτα διδάσκει τὸν τῆς θείας οἰκονομίας σκοπόν. ιαʹ, ιβʹ. «Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν, καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως, καὶ δικαίως, καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι.» Τούτου χάριν ἐνηνθρώπησεν ὁ μονογενὴς τοῦ Θεοῦ Υἱὸς, ἵνα πάντας ἀνθρώπους, καὶ δεσπότας καὶ οἰκέτας, ἀξιώσῃ τῆς σωτηρίας· παρασκευάσας πρὸς τῇ δυσσεβείᾳ καὶ τὸν παράνομον βίον καταλιπεῖν. Ὑπέδειξε δὲ ἡμῖν καὶ τὴν εὐθεῖαν ὁδὸν, ἐν εὐσεβείᾳ καὶ σωφροσύνῃ βιοῦν κελεύσας. Ἐπιδείκνυσι δὲ καὶ τὸν τῶν κατορθωμάτων καρπόν. ιγʹ. «Προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα, καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.» Ἔδωκε δὲ ἡμῖν καὶ τῆς ἐνδόξου παρουσίας αὐτοῦ τὴν ἐλπίδα, ἐν ᾗ τὰς μεγίστας ἀντιδόσεις παρέξειν ὑπέσχετο. Μέγαν δὲ Θεὸν ὠνόμασε τὸν Χριστὸν, τὴν αἱρετικὴν βλασφημίαν ἀνελέγχων. Ἀναμιμνήσκει δὲ καὶ τοῦ Δεσποτικοῦ πάθους, ἀπὸ τῶν ἤδη παρ' αὐτοῦ γεγενημένων πιστούμενος τὰ ἐσόμενα. ιδʹ. «Ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας, καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων.» Τούτου χάριν τὸν ὑπὲρ ἁπάντων ἡμῶν κατεδέξατο θάνατον, ἵνα τῆς ἁμαρτίας λύσας τὴν τυραννίδα, τῆς πικρᾶς ἡμᾶς ἐκείνης ἐλευθερώσῃ δουλείας, καὶ λαὸν οἰκεῖον ἀποφήνῃ τῶν ἐπαινουμένων ἔργων ἐραστήν τε καὶ ζηλωτήν. ιεʹ. «Ταῦτα λάλει, καὶ παρακάλει, καὶ ἔλεγχε μετὰ πάσης ἐπιταγῆς· μηδείς σου περιφρονείτω.» Ἀντὶ τοῦ, Καταφρονείτω. Χρὴ γὰρ τὸν τὰ θεῖα πεπαιδευμένον μαθήματα, μὴ ὑφειμένως, μηδὲ μετά τινος δειλίας τοῦτο ποιεῖν, ἀλλὰ σὺν παῤῥησίᾳ διδάσκειν καὶ ἐπιτιμᾷν ἔνθα δεῖ.