Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.868
Not analysed yet
ΚΕΦΑΛΑΙΟΝ Γʹ. αʹ. «Ὑπομίμνησκε αὐτοὺς ἀρχαῖς καὶ ἐξουσίαις ὑποτάσσεσθαι, πειθαρχεῖν.» Καὶ ἐπειδὴ δυσσεβεῖς ἦσαν οἱ τότε κρατοῦντες, ἀναγκαίως ἐπήγαγε τὸν διορισμόν· «Πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίμους εἶναι.» Οὐδὲ γὰρ εἰς ἅπαντα δεῖ τοῖς ἄρχουσι πειθαρχεῖν· ἀλλὰ τὸν μὲν δασμὸν καὶ τὸν φόρον εἰσφέρειν, καὶ τὴν προσήκουσαν ἀπονέμειν τιμήν· εἰ δὲ δυσσεβεῖν κελεύσειεν, ἄντικρυς ἀντιλέγειν. βʹ. «Μηδένα βλασφημεῖν.» Ἀντὶ τοῦ, Μηδένα ἀγορεύειν κακῶς. «Ἀμάχους εἶναι, ἐπιεικεῖς, πᾶσαν ἐνδεικνυμένους πραότητα πρὸς πάντας ἀνθρώπους.» Οὐκ ἐναντία ταῦτα τοῖς πρόσθεν εἰρημένοις. Ὡς γὰρ ἔφην ἤδη, τοῖς μὲν ἀπίστοις ἡμᾶς ἠπίως καὶ πράως προσφέρειν τὴν διδασκαλίαν κελεύει· τοῖς δὲ πεπιστευκόσιν, εἰ ἁμάρτοιεν, θαρσαλέως ἐπιτιμᾷν. Λέγει δὲ καὶ τῆς πραότητος τὴν αἰτίαν. γʹ. «Ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, στυγητοὶ, μισοῦντες ἀλλήλους.» Ἀναμνησθῶμεν τῆς προτέρας ἡμῶν ἀναστροφῆς, λογισώμεθα πόσοις κακοῖς ὑπεκείμεθα, καὶ ὅτι τοιούτους ὄντας τῆς σωτηρίας ἠξίωσεν ὁ τῶν ὅλων Θεός. Φέρωμεν τοίνυν καὶ ἡμεῖς τῶν ἔτι πλανωμένων τὴν μοχθηρίαν. Ἑαυτὸν μέντοι συνέταξεν ὁ θεῖος Ἀπόστολος, οὐχ ὡς ἅπασι τοῖς ἐγκλήμασιν ὑποκείμενον, ἀλλ' ὡς διώκτην γεγενημένον. Οὐδὲ γὰρ τοῖς ἄλλοις πᾶσι πάντες ὑπέκειντο· ἀλλ' οἱ μὲν τόδε ἦσαν, οἱ δὲ τόδε· ἀλλ' ὅμως τῆς σωτηρίας ἀπήλαυσαν. δʹ—ζʹ. «Ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸν αὑτοῦ ἔλεον ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας, καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου, οὗ ἐξέχεεν ἐφ' ἡμᾶς πλουσίως, διὰ Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν, Ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι, κληρονόμοι γινώμεθα κατ' ἐλπίδα ζωῆς αἰωνίου.» Φιλανθρωπίᾳ, φησὶ, χρησάμενος ὁ Δεσπότης, διὰ τοῦ Μονογενοῦς τῶν προτέρων ἡμᾶς κακῶν ἠλευθέρωσε, τῷ μὲν σωτηρίῳ βαπτίσματι τὴν τῶν ἁμαρτημάτων ἡμῖν χαρισάμενος ἄφεσιν, καὶ ἀνακτίσας ἡμᾶς καὶ νεουργήσας, καὶ τῆς τοῦ Πνεύματος δωρεᾶς ἀξιώσας, τὴν δὲ τῆς δικαιοσύνης ἐπιδείξας ὁδόν. Τοῖς δέ γε ταύτην ὁδεύουσι τὴν τῶν οὐρανῶν ὑπέσχετο βασιλείαν. Καὶ ἐπειδὴ ἀόρατος αὕτη (ἐλπὶς γὰρ βλεπομένη οὐκ ἔστιν ἐλπὶς), ἀναγκαίως ἐπήγαγε·