Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.869
Not analysed yet
ηʹ. «Πιστὸς ὁ λόγος.» Ἀντὶ τοῦ, Ἀληθὴς, μηδεὶς ἀμφιβαλλέτω. «Καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίσωσι καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες Θεῷ.» Οὐκ ἀρκεῖ γὰρ ἡ πίστις πρὸς σωτηρίαν, ἀγαθῶν ἔργων γεγυμνωμένοις. «Ταῦτά ἐστι τὰ καλὰ, καὶ ὠφέλιμα τοῖς ἀνθρώποις.» Τὸ πιστεύειν τῷ Θεῷ, καὶ κατὰ τοὺς αὐτοῦ πολιτεύεσθαι νόμους. θʹ. «Μωρὰς δὲ ζητήσεις, καὶ γενεαλογίας, καὶ ἔρεις, καὶ μάχας νομικὰς περιίστασο, σπούδαζε φεύγειν τὰς ἀκερδεῖς διαλέξεις.» Οὐδεμίαν γὰρ φέρουσιν, οὔτε τοῖς διαλεγομένοις, οὔτε τοῖς ἀκούουσιν ὄνησιν. Τοῦτο γὰρ ἐπήγαγεν· «Εἰσὶ γὰρ ἀνωφελεῖς καὶ μάταιαι.» Ταῦτα δὲ πάλιν περὶ τῶν ἐξ Ἰουδαίων ἔφη. Περὶ τούτων δὲ καὶ τῷ μακαρίῳ γέγραφε Τιμοθέῳ. ιʹ, ιαʹ. «Αἱρετικὸν ἄνθρωπον μετὰ μίαν νουθεσίαν καὶ δευτέραν παραιτοῦ, εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος, καὶ ἁμαρτάνει, ὢν αὐτοκατάκριτος.» Ὅταν δὶς καὶ τρὶς τοῖς τὰ ἐναντία διδάσκειν ἐπιχειροῦσι, τὴν προσήκουσαν προσενέγκῃς διδασκαλίαν, εἶτα τοῖς πονηροῖς δόγμασιν ἐπιμένοντας ἴδῃς, μηκέτι τὰς πρὸς αὐτοὺς διαλέξεις ποιοῦ· ἀνόνητος γὰρ ὁ πόνος. ιβʹ. «Ὅταν πέμψω Ἀρτεμᾶν πρὸς σὲ, ἢ Τυχικὸν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν· ἐκεῖ γὰρ κέκρικα παραχειμᾶσαι.» Τῆς Θρᾴκης ἐστὶν ἡ Νικόπολις, τῇ δὲ Μακεδονίᾳ πελάζει. Δῆλον τοίνυν ὡς κατ' ἐκεῖνον τὸν καιρὸν, καθ' ὃν ἐν τῇ Μακεδονίᾳ καὶ Ἀχαΐᾳ διέτριβεν, ἔγραψε τὴν Ἐπιστολήν. ιγʹ. «Ζηνᾶν τὸν νομικὸν, καὶ Ἀπολλὼ, σπουδαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ.» Καὶ ἐπειδὴ τὸν ἀκτήμονα βίον ὁ μακάριος μετίει Τίτος, ἀναγκαίως ἐπήγαγεν· ιδʹ. «Μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι.» Δίδαξον τοὺς πεπιστευκότας τῆς σωματικῆς θεραπείας ἐπιμελεῖσθαι τῶν τὰ θεῖα διδάσκειν πεπιστευμένων. Προσήκει γὰρ αὐτοὺς καὶ τοὺς τοιούτους φέρειν καρπούς. ιεʹ. «Ἀσπάζονταί σε οἱ μετ' ἐμοῦ πάντες· ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει.» Οὐ γὰρ ἤθελεν ἑτέρως φιλεῖσθαι ὁ τῆς ἀληθείας διδάσκαλος, ἀλλὰ μόνον κατὰ τὸν τῆς εὐσεβείας σκοπόν. «Ἡ χάρις μετὰ πάντων ὑμῶν. Ἀμήν.» Ταῦτα τῷ μὲν μακαρίῳ Τίτῳ γέγραφεν ὁ θεῖος Ἀπόστολος· πᾶσι δὲ ἡμῖν τὴν ἐντεῦθεν προσενήνοχεν ὠφέλειαν. Ὡς γὰρ ἀπὸ τῶν κοινῶν θησαυρῶν τὸν πλοῦτον καρπούμεθα. Γένοιτο δὲ ἡμᾶς καὶ φυλάξαι τὰ συλλεγέντα· ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ, σὺν τῷ παναγίῳ Πνεύματι, δόξα, τιμὴ, καὶ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἡ πρὸς Τίτον τῆς Κρητῶν Ἐκκλησίας Ἐπιστολὴ ἐγράφη ἀπὸ Νικοπόλεως τῆς Μακεδονίας.