Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.89
Not analysed yet
ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα· καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός.» Καὶ πάλιν· «Θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ, καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ.» Καὶ αὖθις· «Καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς, πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ,» καὶ τὰ τούτοις προσόμοια. Καὶ ἐπειδήπερ τὸν μακάριον ἔδειξεν Ἀβραὰμ διὰ πίστεως τὴν δικαιοσύνην κτησάμενον, πρὸ δὲ τῆς τοῦ νόμου θέσεως Ἀβραὰμ ἐγεγόνει, ἀναγκαίως τὸν Δαβὶδ ὑπὸ τῷ νόμῳ πολιτευσάμενον, δείκνυσι μαρτυροῦντα τῇ χάριτι, καί φησι· ϛʹ—ηʹ. Καθάπερ καὶ Δαβὶδ λέγει τὸν μακαρισμὸν τοῦ ἀνθρώπου, ᾧ ὁ Θεὸς λογίζεται δικαιοσύνην χωρὶς ἔργων· Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι. Μακάριος ἀνὴρ, ᾧ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν. Ὁ νόμος, φησὶ, τοῖς ἁμαρτάνουσι τὴν τιμωρίαν ἐπήγαγε· ὁ δὲ Προφήτης μακαρίζει τοὺς τῶν ἁμαρτημάτων δεξαμένους τὴν ἄφεσιν. Δῆλον τοίνυν ὡς τὰ ἡμέτερα μακαρίζει, καὶ τῆς χάριτος προαγορεύει τὰ δῶρα. Δείκνυσι δὲ ταύτην ἅπασι προκειμένην, καί φησι κατ' ἐρώτησιν· θʹ. Ὁ μακαρισμὸς οὖν οὗτος ἐπὶ τὴν περιτομὴν, ἢ καὶ ἐπὶ τὴν ἀκροβυστίαν; Εἶτα πάλιν ἀπὸ τοῦ πατριάρχου Ἀβραὰμ συνίστησι τὸ προκείμενον. Λέγομεν γὰρ ὅτι ἐλογίσθη τῷ Ἀβραὰμ ἡ πίστις εἰς δικαιοσύνην. (ιʹ.) Πῶς οὖν ἐλογίσθη; ἐν περιτομῇ ὄντι, ἢ ἐν ἀκροβυστίᾳ; Οὐκ ἐν περιτομῇ, ἀλλ' ἐν ἀκροβυστίᾳ. Ἔδειξεν οὐ μόνον τοῦ νόμου, ἀλλὰ καὶ αὐτῆς τῆς περιτομῆς πρεσβυτέραν τὴν πίστιν, καὶ ὅτι πρὸ τῆς περιτομῆς ὁ πατριάρχης τῆς κατὰ τὴν πίστιν δικαιοσύνης τὴν μαρτυρίαν ἐδέξατο. Ποῦ τοίνυν ἐδεῖτο τῆς περιτομῆς, τὴν ἐκ πίστεως δικαιοσύνην κτησάμενος; Διδάσκει τοῦτο σαφῶς. ιαʹ. Καὶ σημεῖον ἔλαβε περιτομῆς, σφραγῖδα τῆς δικαιοσύνης τῆς πίστεως τῆς ἐν τῇ ἀκροβυστίᾳ. Οὐ δικαιοσύνη, φησὶν, ἐστὶν ἡ περιτομὴ, ἀλλὰ μαρτυρία δικαιοσύνης, καὶ σφραγὶς, καὶ σημεῖον τῆς πίστεως, ἣν πρὸ τῆς περιτομῆς ἐπεδείξατο. Εἰς τὸ εἶναι αὐτὸν πατέρα πάντων τῶν πιστευόντων δι' ἀκροβυστίας, εἰς τὸ λογισθῆναι καὶ αὐτοῖς τὴν δικαιοσύνην. (ιβʹ.) Καὶ πατέρα περιτομῆς. Ὧδε χρὴ στίξαι. Δείκνυσι γὰρ τὸν πατριάρχην, πρῶτον μὲν τῶν ἐν ἀκροβυστίᾳ πεπιστευκότων πατέρα· ἐπειδὴ καὶ αὐτὸς ἀκρόβυστος ὢν ἔτι, τὸ τῆς πίστεως δῶρον προσενήνοχε τῷ Θεῷ· ἔπειτα μέντοι καὶ Ἰουδαίων, ὡς τῆς περιτομῆς αὐτῷ κοινωνησάντων. Καὶ τὸ αὐτὸ πάλιν σαφέστερον διὰ τῶν ἐπιφερομένων διδάσκει· Οὐ τοῖς ἐκ περιτομῆς μόνον, ἀλλὰ καὶ τοῖς στοιχοῦσι τοῖς ἴχνεσι τῆς πίστεως τῆς ἐν τῇ ἀκροβυστίᾳ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ. Εἰ γάρ τις ἐξ ἐθνῶν ὁρμώμενος, καὶ περιτομὴν οὐ δεδεγμένος, ἰχνηλατήσει τὴν πίστιν ἐκείνην τοῦ πατριάρχου, ἣν πρὸ τῆς περιτομῆς ἐπεδείξατο, τῆς ἐκείνου συγγενείας οὐκ