Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.92
Not analysed yet
ἀποτεύξεται. Ὁ γὰρ τῶν ὅλων Θεὸς, προειδὼς ὡς Θεὸς, καὶ ὡς ἕνα λαὸν ἐξ ἐθνῶν καὶ Ἰουδαίων ἀθροίσει, καὶ διὰ πίστεως αὐτοῖς τὴν σωτηρίαν παρέξει, ἐν τῷ πατριάρχῃ Ἀβραὰμ ἀμφότερα προδιέγραψε. Δείξας γὰρ αὐτὸν καὶ πρὸ τῆς περιτομῆς τὴν ἐκ πίστεως δικαιοσύνην κτησάμενον, καὶ μετὰ τὴν περιτομὴν, οὐ κατὰ τὸν Μωσαϊκὸν πολιτευσάμενον νόμον, ἀλλ' ἐπιμείναντα τῇ τῆς πίστεως ποδηγίᾳ, πατέρα τῶν ἐθνῶν αὐτὸν προσηγόρευσεν· ἵνα εἰς ἐκεῖνον καὶ Ἰουδαῖοι καὶ Ἕλληνες ἀποβλέποντες, μήτε οὗτοι τὴν περιτομὴν, μήτε μὴν ἐκεῖνοι τὴν ἀκροβυστίαν, ἀλλ' ἀμφότεροι αὐτοῦ τὴν πίστιν ζηλώσωσιν. Οὔτε γὰρ τὴν περιτομὴν, οὔτε μὴν τὴν ἀκροβυστίαν, ἀλλὰ τὴν πίστιν δικαιοσύνην προσηγόρευσεν ἡ θεία Γραφή. Οὕτω δείξας τὴν πίστιν τοῦ νόμου καὶ πρεσβυτέραν καὶ τιμιωτέραν, δείκνυσι πάλιν τὸν νόμον τῆς πρὸς τὸν Ἀβραὰμ γεγενημένης ἐπαγγελίας μεταγενέστερον, ἀποφήνας τὴν χάριν πρεσβυτέραν τοῦ νόμου. Περὶ ταύτης γὰρ πρὸς τὸν Ἀβραὰμ αἱ ὑποσχέσεις γεγένηνται. Ὑπέσχετο δὲ ἐν τῷ σπέρματι αὐτοῦ εὐλογήσειν πάντα τὰ ἔθνη· διὰ δὲ τοῦ Δεσπότου Χριστοῦ ἡ ἐπαγγελία τὸ πέρας ἐδέξατο. ιγʹ. Οὐ γὰρ διὰ νόμου ἡ ἐπαγγελία τῷ Ἀβραὰμ ἢ τῷ σπέρματι αὐτοῦ, τὸ κληρονόμον αὐτὸν εἶναι τοῦ κόσμου, ἀλλὰ διὰ δικαιοσύνης πίστεως. Πιστεύσας γὰρ τῷ Θεῷ, καὶ οὐ κατὰ τὸν Μωσαϊκὸν πολιτευσάμενος νόμον, ἔλαβε τὴν ἐπαγγελίαν τῆς τῶν ἐθνῶν εὐλογίας. ιδʹ. Εἰ γὰρ ἐκ νόμου οἱ κληρονόμοι, κεκένωται ἡ πίστις, καὶ κατήργηται ἡ ἐπαγγελία. Εἰ γὰρ οἱ κατὰ νόμον πολιτευσάμενοι, τῶν ἐπηγγελμένων τυγχάνουσιν ἀγαθῶν, μάτην μὲν ἐπίστευσεν Ἀβραὰμ τῷ Θεῷ· ψευδεῖς δὲ, καὶ οὐκ ἀληθεῖς, αἱ πρὸς αὐτὸν ὑποσχέσεις παρὰ τοῦ Θεοῦ γεγενημέναι. ιεʹ. Ὁ γὰρ νόμος ὀργὴν κατεργάζεται. Ἔθος γὰρ τῷ νόμῳ κολάζειν τοὺς παραβαίνοντας· ὀργὴν γὰρ τὴν τιμωρίαν ἐκάλεσεν. Οὗ δὲ οὐκ ἔστι νόμος, οὐδὲ παράβασις. Τιμωρεῖται γὰρ ὁ νόμος τοὺς παραβαίνοντας· συνέζευκται γὰρ τῷ νόμῳ καὶ φυλακὴ καὶ παράβασις· τῶν μὲν δι' ἀρετῆς ἐπιμέλειαν φυλάττειν αὐτὸν προαιρουμένων, τῶν δὲ διὰ ῥᾳστώνην ἀδεῶς τοῦτον παραβαίνειν ἀνεχομένων. ιϛʹ. Διά τοι τοῦτο ἐκ πίστεως, ἵνα κατὰ χάριν, εἰς τὸ εἶναι βεβαίαν τὴν ἐπαγγελίαν παντὶ τῷ σπέρματι, οὐ τῷ ἐκ τοῦ νόμου μόνον, ἀλλὰ καὶ τῷ ἐκ πίστεως Ἀβραὰμ, ὅς ἐστι πατὴρ πάντων ἡμῶν. Κατέστειλε τὴν Ἰουδαίων ὀφρὺν, σπέρμα τοῦ Ἀβραὰμ καλέσας τοὺς τοῦ Ἀβραὰμ τὴν πίστιν μεμιμημένους, εἰ καὶ κατὰ τὸ γένος εἶεν ἀλλόφυλοι. Εἰ δὲ ὁ νόμος κολάζει τοὺς παραβαίνοντας, ἡ δὲ χάρις δωρεῖται τῶν ἁμαρτημάτων τὴν ἄφεσιν, αὕτη βεβαιοῖ τοῦ Θεοῦ τὴν ὑπόσχεσιν, δωρουμένη τὴν εὐλογίαν τοῖς ἔθνεσιν. Ἐπειδὴ δὲ καὶ τῶν ἐθνῶν, καὶ τῶν Ἰουδαίων πατέρα τὸν Ἀβραὰμ προσηγόρευσε, βεβαιοῖ τῇ Γραφικῇ μαρτυρίᾳ τὸν λόγον.