Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.97
Not analysed yet
κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανε. Μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται· ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ τάχα τις καὶ τολμᾷ ἀποθανεῖν. Λογιζόμεθα γὰρ, ὅτι παρανομούντων ἡμῶν ἔτι, καὶ τῆς ἀσεβείας περικειμένων τὴν νόσον, ὁ Δεσπότης Χριστὸς τὸν ὑπὲρ ἡμῶν κατεδέξατο θάνατον· καὶ μανθάνομεν ἐντεῦθεν τῆς φιλανθρωπίας τὴν ἄβυσσον. Ὑπὲρ γὰρ δικαίου ἴσως ἄν τις κατεδέξατο θάνατον· αὐτὸς δὲ δι' ἀγάπης ὑπερβολὴν τῆς ὑπὲρ ἁμαρτωλῶν ἠνέσχετο τελευτῆς. Τοῦτο γὰρ ἐπάγει· ηʹ, θʹ. Συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην ὁ Θεὸς εἰς ἡμᾶς, ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν, Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανεν. Ὁ μέντοι Θεὸς τοῦ περὶ ἡμᾶς φίλτρου δηλοῖ τὴν ὑπερβολὴν, τοῦ Χριστοῦ τὸν θάνατον, οὐχ ὑπὲρ δικαίων, ἀλλ' ὑπὲρ ἁμαρτωλῶν γεγενῆσθαι. Ἡμεῖς γὰρ νῦν διὰ τῆς εἰς αὐτὸν ἐδικαιώθημεν πίστεως· ὅτε δὲ τὸν ὑπὲρ ἡμῶν κατεδέξατο θάνατον, ἔτι ταῖς παντοδαπαῖς ὑπεκείμεθα πλημμελείαις. Τὸ δὲ, κατὰ καιρὸν, ἀντὶ τοῦ, εἰς καιρὸν, κατὰ τὸν προσήκοντα καιρόν. Τοῦτο καὶ ἐν τῇ πρὸς Γαλάτας λέγει· «Ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὑτοῦ, γενόμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.» Πολλῷ οὖν μᾶλλον δικαιωθέντες νῦν ἐν τῷ αἵματι αὐτοῦ, σωθησόμεθα δι' αὐτοῦ, ἀπὸ τῆς ὀργῆς. Ὑπὲρ δυσσεβῶν καὶ παρανόμων τὸν ἐπάρατον ἐκεῖνον καταδεξάμενος θάνατον, εὔδηλον ὅτι καὶ τῆς μελλούσης τοὺς εἰς αὐτὸν πεπιστευκότας ἐλευθερώσει κολάσεως. Ὀργὴν γὰρ καλεῖ τὴν μέλλουσαν κόλασιν. ιʹ. Εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες, σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ. Εἰ δυσμενεῖς ὄντας καὶ πολεμίους τοσαύτης κηδεμονίας ἠξίωσεν, ὡς τὸν Υἱὸν ὑπὲρ ἡμῶν παραδοῦναι θανάτῳ, πῶς οἷόν τε τῶν καταλλαγῶν γεγενημένων μὴ μεταλαχεῖν ἡμᾶς τῆς αἰωνίου ζωῆς; Πάλιν νων μὴ μεταλαχεῖν ἡμᾶς τῆς αἰωνίου ζωῆς; Πάλιν μέντοι Υἱὸν καλεῖ τὸν Δεσπότην Χριστὸν, ὃς Θεός ἐστί τε καὶ ἄνθρωπος ὁ αὐτός. Δῆλον δὲ, ὡς οἶμαι, καὶ τοῖς ἄγαν αἱρετικοῖς, περὶ ποίαν φύσιν τὸ πάθος γεγένηται. ιαʹ. Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμενοι ἐν τῷ Θεῷ διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ νῦν τὴν καταλλαγὴν ἐλάβομεν. Οὐ γὰρ μόνον τὴν ἀθάνατον ζωὴν ἀναμένομεν, ἀλλὰ καὶ κατὰ τὸν παρόντα βίον ὡς προσοικειωθέντες τῷ Θεῷ σεμνυνόμεθα, τὰ κατὰ τὸν Δεσπότην Χριστὸν λογιζόμενοι, ὃς μεσίτης ἡμῶν γενόμενος τὴν εἰρήνην ἐπραγματεύσατο. Ἐντεῦθεν λοιπὸν τὸ τῆς οἰκονομίας ἀποκαλύπτει μυστήριον, καὶ τῆς ἐνανθρωπήσεως τὴν αἰτίαν διδάσκει. ιβʹ. Διὰ τοῦτο ὥσπερ δι' ἑνὸς ἀνθρώπου ἡ ἁμαρ-