Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Libellus contra Nestorium ad Sporacium [Sp.] 83.1156
Not analysed yet
γενόμενος, τὸ συρφετῶδες καὶ ἀστάθμητον πλῆθος πρὸς τὸν οἰκεῖον ἐξεκαλέσατο πόθον, φαιὸν περιβεβλημένος ἱμάτιον, ἐστυγνακὼς βαδίζων, τοὺς ἀγοραίους ἐκκλίνων θορύβους, ὠχρότητι σώματος τὸ δοκεῖν ἐγκρατὴς εἶναι θηρώμενος, οἴκοι τὰ πολλὰ βιβλίοις προσανέχων, καὶ καθ' ἡσυχίαν ἑαυτῷ συγγινόμενος. Τοιούτοις σχήμασί τε καὶ πλάσμασι τοὺς πολλοὺς δελεάζων, μέχρι πόῤῥω προῆλθε τῆς ἡλικίας, τὸ δοκεῖν Χριστιανὸς εἶναι πρὸ τοῦ εἶναι διώκων, καὶ τῆς τοῦ Χριστοῦ δόξης τὴν ἑαυτοῦ προτιμῶν. Ἐπεὶ δὲ, κατὰ τὸ εἰρημένον τῷ Δεσπότῃ, «Οὐδὲν κρυπτὸν, ὃ οὐ γνωσθήσεται, οὐδὲ ἀπόκρυφον, ὃ οὐ μὴ εἰς φανερὸν ἔλθῃ·» καὶ, «Τὰ καλὰ ἔργα πρόδηλά ἐστι, καὶ τὰ ἄλλως ἔχοντα κρυβῆναι οὐ δύναται·» κατὰ τὴν ἀνεξιχνίαστον τῶν τοῦ Θεοῦ κριμάτων ἄβυσσον, καὶ Νεστόριος, ψήφῳ τῶν περὶ τὰ βασίλεια καὶ τοὺς θρόνους, καὶ αὐτοῦ τοῦ τηνικαῦτα τῆς οἰκουμένης τὰ σκῆπτρα διέποντος, τὴν κατὰ Κωνσταντινούπολιν τῶν ὀρθοδόξων καθολικῆς Ἐκκλησίας τὴν προεδρίαν πιστεύεται, οὐδὲν δὲ ἧττον καὶ τῆς οἰκουμένης ἁπάσης. Ἐνταῦθά μοι λοιπὸν καὶ τὰ δράματα, ὧν μικροῦ πλήρης πᾶσα γῆ τε καὶ θάλασσα. Ὡς γὰρ τὸν μέγιστον ἐκεῖνον κατέλαβε θρόνον, καθάπερ τινὰ τυραννίδα τῆς ἀρχιερωσύνης τὴν προστασίαν ἁρπάσας, οὐκέτι κατέχειν ἐν ἑαυτῷ τὴν ὠδῖνα τῆς ἀσεβείας οἷός τε ἦν, ἀλλ' ἀπὸ τῆς ἐξουσίας προσλαβὼν ἀμαθῆ παῤῥησίαν, εἰς μέσον ἄγει καὶ προτίθησιν ἅπασιν, ἣν πάλαι συνέλαβε κατὰ τοῦ Μονογενοῦς βλασφημίαν· καὶ πόλεμον ἄντικρυς κατὰ τῶν ἀποστολικῶν αἱρεῖται δογμάτων, καὶ τῶν ἁγίων πατέρων, τῶν ἀφ' οὗ κατηγγέλη τὸ Εὐαγγέλιον τῆς τῶν ὀρθοδόξων καθηγησαμένων πίστεως, ἐκβαλεῖν πειρᾶται τοὺς λόγους· ταράττων μὲν τῆς βασιλίδος πόλεως τὴν Ἐκκλησίαν, ταράττων δὲ καὶ τὴν οἰκουμένην ἅπασαν, οὐδὲν τοῦ θεσπεσίου Παύλου κεκραγότος ἐπιστρεφόμενος· «Ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρῖμα, ὅστις ἂν ᾖ.» Ἀλλ' ἐπὶ τὴν λυχνίαν τοῦ θείου τῶν ἀρχιερέων βήματος, οὐ τὸν λύχνον τῆς ἀληθείας, ἀλλὰ τὸν ζόφον τίθησι τῆς ἀσεβείας. Γίνεται δὲ αὐτῷ πρῶτον τῆς καινοτομίας ἐγχείρημα, τὸ μὴ δεῖν τὴν ἁγίαν Παρθένον, τὴν τοῦ Θεοῦ Λόγου κατὰ σάρκα μητέρα, Θεοτόκον ὁμολογεῖν, Χριστοτόκον δὲ μόνον, τῶν πάλαι καὶ πρόπαλαι τῆς ὀρθοδόξου πίστεως κηρύκων κατὰ τὴν ἀποστολικὴν παράδοσιν Θεοτόκον διδαξάντων ὀνομάζειν τε καὶ πιστεύειν τὴν τοῦ Κυρίου μητέρα. Φέρε δὴ οὖν μοι λοιπὸν τὴν βλάσφημον τεχνολογίαν, καὶ παρατήρησιν οὐδενὶ πρότερον ἐγνωσμένην, εἰς μέσον ἀγάγωμεν. Ἡ τοῦ Χριστοῦ προσηγορία, φησὶ, τῶν δύο φύσεών ἐστι σημαντικὴ, τῆς τε θεότητος τοῦ Μονογενοῦς, καὶ τῆς ἀνθρωπότητος· ἡ δὲ τοῦ Θεοῦ ἀπολύτως λεγομένη φωνὴ, τὴν ἁπλῆν καὶ ἀσώματον τοῦ Θεοῦ Λόγου παρίστησιν οὐσίαν· ἡ δὲ τοῦ ἀνθρώπου, μόνην τὴν ἀνθρωπείαν ὑποδείκνυσι φύσιν· διὰ τοῦτο Χριστοτόκον φησὶν, ἀλλ' οὐ Θεοτόκον τὴν Παρθένον ὁμο-