Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Libellus contra Nestorium ad Sporacium [Sp.] 83.1157
Not analysed yet
λογεῖν ἀναγκαῖον, μήποτε λάθωμεν ἀρχὴν τοῦ εἶναι λέγοντες τὸν Θεὸν Λόγον ἐκ τῆς ἁγίας εἰληφέναι Παρθένου, καὶ οὕτω προγενεστέραν τὴν μητέρα τοῦ γεννηθέντος ἐξ αὐτῆς κατὰ τὸ ἀκόλουθον ὁμολογεῖν βιασθῶμεν. Ἵνα δὲ μὴ δόξω λοιδορίαις κεναῖς ταῦτα τοῦ ἀνδρὸς κατηγορεῖν, αὐτὸν ἐκεῖνον οἷς εἶπε τῆς οἰκείας ἀσεβείας ποιήσομαι μάρτυρα. Τῶν γὰρ ἀποστολικῶν διδαγμάτων, καὶ παντὸς ἁγίου μνήμην τῆς ἑαυτοῦ διανοίας ὑπερορίσας, ἐν τῇ τῶν ὀρθοδόξων Ἐκκλησίᾳ πολλὰς τοιαύτας ἐξεβόησε φωνάς· Οὐκ ἔτεκεν, ὦ βέλτιστε, Μαρία Θεὸν, ἀλλ' ἔτεκεν ἄνθρωπον, θεότητος ὄργανον. Καὶ ἐν ἑτέροις δὲ πάλιν φληνάφοις· Ἀνέγκλητος Ἕλλην, μητέρα θεοῖς ἐπεισάγων. Ταῦτα μὲν ὡς ἀπὸ πολλῶν ὀλίγα μοι τῶν ἐκείνου τέως εἰρήσθω, πρὸς τὰ ἑξῆς ἐπειγομένου τοῦ λόγου. Ὅθεν ἐπειδὴ θανάτῳ ἐξαισίῳ ἀπολοῦνται παράνομοι, τῆς τε ἀρχιερωσύνης διὰ τῶν ἐν Ἐφέσῳ συναθροισθέντων ἁγίων ὑπὸ τῆς θείας ἐξεβάλετο ψήφου, καὶ βασιλικῷ νεύματι τὴν Ὄασιν καταδικασθεὶς οἰκεῖν, τῆς μελλούσης τῶν ἀσεβῶν κολάσεως ἐντεῦθεν ἐδέξατο τὰ προοίμια, παρανάλωμα τῆς οἰκείας φρενοβλαβείας γενόμενος, καὶ ἐφ' ἑαυτῷ πληρώσας τὸ ἀποστολικὸν ἐκεῖνο λόγιον, ὅτι «Τινῶν ἀνθρώπων αἱ ἁμαρτίαι πρόδηλοί εἰσιν, προάγουσαι εἰς κρίσιν.» Ἀλλὰ ταῦτα μὲν, ὡς καὶ ἄλλοις πολλοῖς ἐξητασμένα, παραδραμεῖν ἀναγκαῖον. Ἐπὶ δὲ τὰ ἑξῆς ἴωμεν, καὶ εἰς τὴν τῶν ἁγίων Πατέρων ὁμολογίαν μετέλθωμεν. Ἡμεῖς τοῖς εὐαγγελικοῖς καὶ ἀποστολικοῖς πανταχοῦ πειθόμενοι δόγμασι, κατὰ τὴν παράδοσιν τῶν ἁγίων Πατέρων, τὸν Θεὸν Λόγον, τὸν τοῦδε τοῦ παντὸς Δημιουργόν τε καὶ Κύριον, τὸν μονογενῆ τοῦ Πατρὸς Υἱὸν, τὸν προαιώνιον, τὸν ἀμιγῆ σώματος καὶ πάντων ὅσα σώματος, τὸν πάντα ὄντα ὅσα καὶ ὁ Πατὴρ, πλὴν ἑνὸς μόνου τοῦ εἶναι Πατὴρ, πιστεύομεν ἐπ' ἐσχάτων τῶν ἡμερῶν, ὑπὸ τῆς αὑτοῦ κινηθέντα φιλανθρωπίας, εὐδοκίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς, ἐκ τῆς ἁγίας Παρθένου, ὁμοούσιον τῇ τικτούσῃ σάρκα λαβόντα καὶ γενόμενον ἄνθρωπον, γεννηθῆναι Θεὸν μετὰ τοῦ προσλήμματος, οὐχ ὅπερ ἦν ἀποβαλόντα (τροπῆς γὰρ πάσης τὸ θεῖον ἐλεύθερον), ἀλλὰ προσειληφότα τὸ γενέσθαι καὶ ἄνθρωπον. Τοῦτον, κατὰ τὸν ἀποστολικὸν λόγον, πειραθῆναι καὶ τῶν ἀνθρωπίνων παθῶν κατὰ πάντα, καθ' ὁμοιότητα καὶ νόμον τὸν ἀνθρώπειον, χωρὶς ἁμαρτίας· τὸ γὰρ πεινῆσαι, καὶ κοπιάσαι, καὶ δακρύσαι, καὶ ὅσα τοιαῦτα, τῆς ἀνθρωπείας φύσεως παρίστησι τὴν ἀλήθειαν· σταυρωθῆναί τε ἐπὶ Ποντίου Πιλάτου, καὶ ἀποθανεῖν, καὶ ταφῆναι, καὶ ἀναστῆναι τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀναληφθῆναι εἰς τοὺς οὐρανοὺς, τῷ οἰκείῳ Πατρὶ συμπροσκυνούμενον, καὶ συνδοξαζόμενον παρὰ πάσης νοητῆς τε καὶ αἰσθητῆς φύσεως· καὶ αὐτὸν πάλιν ἐλεύσεσθαι κρῖναι ζῶντας καὶ νεκροὺς, οὐδὲν ὑπὸ τῆς τοῦ δούλου μορφῆς εἰς τὴν θείαν ἐλαττωθέντα φύσιν· ἀλλ' ἕνα Θεὸν μονογενῆ καὶ Κύριον τοῦ παντὸς, μετὰ τῆς