Ancient Greek
Page 1
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 1
Not analysed yet
ΘΕΟΔΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΠΟΛΕΩΣ ΚΥΡΟΥ, ἑνὸς τῶν ἐν Χαλκηδόνι χλʹ ἁγίων πατέρων, πρὸς τὰς ἐπενεχθείσας αὐτῷ ἐρωτήσεις παρά τινος τῶν ἐξ Αἰγύπτου ἐπισκόπων. (Πίναξ αὐτῶν). αʹ. Εἰ εἷς ἐστι θεὸς ὁ θεός, δῆλον ὅτι κατὰ πάντα κέκτηται τὸ ἕν, τὸ ἁπλοῦν ἢ τὸ σύνθετον. πῶς οὖν τοῦ πατρὸς γεννήσαντος καὶ τὰ ἑξῆς; βʹ. Εἰ ἔχει ὁ θεὸς ὑπόστασιν ὑπάρχουσαν ἢ βουλὴν ἐνυπάρχουσαν καὶ υἱὸν ἐνυπάρχοντα, πῶς ἐκ τοσούτων συγκείμενος ἁπλοῦς ὀνομάζεται; γʹ. Εἰ ἁπλοῦν μὲν τὸ καθ' ἑαυτό, ὡς ἐπὶ τῶν κατὰ γράμματα στοιχείων, οἷον ἰῶτα, σύνθετον δὲ τὸ μεθ' ἑτέρου, οἷον πῖ, πῶς ὁ θεὸς ἀσύνθετος λέγεται; δʹ. Εἰ τῶν θείων ὑποστάσεων ἡ ἕνωσίς ἐστιν ἀδιαίρετος, πῶς δύνανται τρεῖς ὑποστάσεις καὶ τρία ὀνομάζεσθαι πρόσωπα; εʹ. Εἰ τὸ μὲν θεὸς τῆς οὐσίας, τὸ δὲ πατὴρ τοῦ προσώπου ἐστὶ δηλωτικόν, πῶς ταὐτὸν τὸ λέγειν υἱὸν θεοῦ τῷ λέγειν υἱὸν τοῦ πατρός; ϛʹ. Εἰ κατὰ τὴν ἡμετέραν φύσιν, εἴ τι γέννημα, τοῦτο τῷ γεννήσαντι ὁμοούσιον, πῶς οὐχὶ κατ' αὐτὴν εἴ τι γεγέννηται, μεθ' οὗ ὑπάρχει τοῦ γεννήσαντος καὶ ἑξῆς;