Ancient Greek
Page 100
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 100
Not analysed yet
θυσιῶν σῶσαι τῶν τοιούτων τινά. τῆς δὲ χάριτος πολλή τίς ἐστι πρὸς τὴν τῶν ἁμαρτανόντων σωτηρίαν ἡ ἰσχύς· αὕτη γὰρ καὶ τοῦ νόμου κρατοῦντος, εἰ μὴ κατέλαβε τὸν βασιλέα Δαυὶδ διπλοῖς θανατηφόροις περιπεπτωκότα ἁμαρτήμασιν, ἀνοίξασα αὐτῷ τῆς μετανοίας τὴν θύραν, οὐκ ἂν εὗρε παρὰ τῷ νόμῳ σωστικὴν ἁμαρτωλῶν φιλανθρωπίαν. αὕτη ἔταξεν ἐν τῷ κόσμῳ τῶν ἁμαρτωλῶν ἰατρὸν δόκιμον, τὴν μετάνοιαν, τὴν δυναμένην καὶ τοὺς "ἑβδομηκοντάκις ἑπτὰ" πταίοντας ἰάσασθαι, μόνον εἰ βουληθεῖεν κεχρῆσθαι τῶν τῆς μετανοίας βοηθημάτων. ΡΘʹ. Ἐρώτησις. Εἰ τὸν φόβον ὁ κύριος οὐκ ἀναγκαῖον δι' ὧν λέγει παρίστησι—φησὶ γὰρ "ὁ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ"—, πῶς πάλιν ὁ αὐτὸς διδάσκει τοὺς μαθητὰς "φοβεῖσθε" λέγων "τὸν ψυχὴν καὶ σῶμα ἐν γεέννῃ ἀπολέσαι δυνάμενον"; Ἀπόκρισις. Οὐκ εἴρηται μὲν τῷ κυρίῳ τὸ "ὁ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ", εἰ καὶ ὁ εἰρηκὼς τοῦτο κατὰ κύριον εἴρηκε· τὸ δὲ "φοβεῖσθε μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἐν γεέννῃ ἀπολέσαι", οὐκ εἴρηται πρὸς ἀναίρεσιν τῆς τελείας ἀγάπης, ἀλλὰ πρὸς φυλακὴν αὐτῆς· ὁ γὰρ τῷ μείζονι φόβῳ τοῦ θεοῦ τὸν ἐλάττονα ἐκλύων τῶν ἀνθρώπων φόβον τῇ ἀγάπῃ τοῦ θεοῦ τοῦτο ποιεῖ, ὥστε εἶναι τὸν μείζονα φόβον τοῦ θεοῦ ἕνεκεν τοῦ μὴ ἐκπεσεῖν τῶν ἠγαπημένων· ὅσον γὰρ τίμιόν ἐστι τὸ πιστευόμενον, τοσοῦτον ἀγαπᾶται, καὶ ὅσον ἀγαπᾶται, τοσοῦτον ὁ ἀγαπῶν τὴν ἔκπτωσιν αὑτοῦ φοβεῖται, ἕως ἄν ἐστιν ἐν τῷ ὑπὲρ τοῦ ἀγαπωμένου ἀγῶνι. λυθέντος δὲ τοῦ ἀγῶνος, συλλύεται αὐτῷ καὶ ὁ φόβος τῆς τῶν ἀγαπωμένων ἐκπτώσεως. ὥστε ἕως τότε ἀναγκαῖός ἐστιν ὁ τοῦ θεοῦ φόβος· οὐδὲ γὰρ ὡς τὸ μισεῖν ἀναιρετικόν ἐστι τῆς ἀγάπης—ἀδύνατον γὰρ τὸ τὸν αὐτὸν καὶ μι-