Ancient Greek
Page 101
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 101
Not analysed yet
σεῖν καὶ ἀγαπᾶν—οὕτω καὶ τὸ φοβεῖσθαι· ἐνδέχεται γὰρ τὸν αὐτὸν καὶ ἀγαπᾶν καὶ φοβεῖσθαι. ΡΙʹ. Ἐρώτησις. Εἰ τὰς τῶν ἀλόγων θυσίας ὁ θεὸς ἐν τῷ νόμῳ προσέταξε γίνεσθαι, ὥστε ταύταις τὴν περὶ αὐτὸν τοὺς ἀνθρώπους τιμὴν ἐπιδείκνυσθαι, πῶς διὰ τὸ θύειν ἀνθρώπους Ἕλληνες δείκνυνται [τοῖς] ἑαυτῶν [θεοῖς] ἀσεβέστεροι (ὅπερ φάσκουσιν ὑπὸ τῶν παλαιῶν γεγονέναι χάριν τοῦ πλείονος τιμῆς τοὺς παρ' αὐτοῖς νομιζομένους θεοὺς ἀξιοῦσθαι), μειζόνως αὐτοὺς τῇ τῶν λογικῶν θυσίᾳ τιμῶντες; ὅσῳ γὰρ τοῦ ἀλόγου τὸ λογικὸν τιμιώτερον, τοσούτῳ καὶ ἡ τούτου θυσία σεμνοτέρα ἐκείνης. καὶ τοῦτο δείκνυται ἐκ τῶν κατὰ τὸν Ἰεφθάε σαφέστερον, ὅς, τὴν ἰδίαν θυγατέρα προσκομίσας θυσίαν, ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ ὑπὸ τοῦ ἀποστόλου ἐν τῷ καταλόγῳ τῶν εὐσεβῶν μνημονεύεται. Ἀπόκρισις. Οὐ χρὴ ἡμᾶς σκοπεῖν τὴν κατὰ τὸν νόμον [τῷ] θεῷ προσφερομένην θυσίαν, ὅτι τῶν ἀλόγων ἐστὶν αἷμα, ἀλλὰ τὸ πῶς προσεδέξατο ταύτην ὁ θεὸς προσαγομένην αὐτῷ. εἰ μὲν γὰρ τὸ αἷμα τῶν ἀλόγων τῷ θεῷ προσφερόμενον οὕτως προσεδέξατο ὁ θεός, ὡς εἰ τὴν ἑαυτοῦ ψυχὴν προσέφερεν ὁ τοῦτο προσενέγκας, δῆλον ὅτι ἡ μὲν θυσία τὴν πρώτην τάξιν ἔσχεν ἀπὸ τῆς εὐδοκίας τοῦ ταύτην οὕτως προσδεξαμένου καὶ ὁ θεὸς τὴν πρώτην τιμήν· ὅτι δὲ ὡς τὴν ἑαυτοῦ ψυχὴν οὕτως προσέφερε τῷ θεῷ ὁ τὸ αἷμα τῶν ἀλόγων προσενέγκας, μαρτυρεῖ ἡ θεία γραφὴ λέγουσα· "ἀντὶ τὴς ψυχῆς" φησί "τῶν προσφερόντων τὸ αἷμα τῶν θυσιῶν αὐτῶν εἰσφέρεται εἰς τὰ ἅγια τῶν ἁγίων". μὴ οὖν ἀπὸ τῆς φύσεως τοῦ προσαγομένου, ἀλλ' ἀπὸ τῆς διαθέσεως τοῦ προσδεχο-