Ancient Greek
Page 104
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 104
Not analysed yet
πῶς ἡμεῖς οὐκ ἀνακολούθως μανθάνομεν πρὸ τῶν ἡσσόνων τὰ μείζονα μανθάνοντες, λέγω δὲ τὰ τοῦ νόμου ἥσσονα, τὰ δὲ τῶν εὐαγγελίων μείζονα; μιᾶς γὰρ ἡμῶν καὶ τῶν πρὸ ἡμῶν τυγχανούσης τῆς φύσεως, μίαν εἶναι καὶ τὴν τάξιν ἐχρῆν τῆς μαθήσεως, ἐπειδὴ καὶ ἐν τοῖς μαθήμασιν, ἐὰν μὴ φθάσῃ τὰ χείρονα, τὰ ἀμείνω κωλύεται. Ἀπόκρισις. Εἰ τὴν ἀνάγκην, ἣν ἔχει ἐκεῖνα τὰ μαθήματα, ὧν, εἰ μὴ προηγεῖται τῶν ἡσσόνων ἡ μάθησις, τὰ ἀμείνω κωλύεται, ταύτην εἶχε καὶ τὰ ἡμέτερα μαθήματα, οὐδ' ἂν ἐδυνήθημεν οὐδὲ ἀνακολούθως μαθεῖν τὰ ἡμέτερα μαθήματα. ἀλλ' ἐπειδὴ τὰ ἡμέτερα δυνατὸν καὶ ἀνακολούθως μαθεῖν, δῆλον ὅτι ἀπήλλακται τὰ ἡμέτερα μαθήματα ἐκείνης τῆς ἀνάγκης. τὸ δὲ ἀνάγκης ἀπηλλαγμένον, ὡς ἂν γένηται, ἀδιάβλητόν ἐστιν ἐπὶ τῇ ἀνακολουθίᾳ. καὶ ταῦτα μὲν ὡς πρὸς τὴν λύσιν τοῦ ἐν τῇ ἐρωτήσει σοφίσματος· πρὸς αὐτὴν δὲ τὴν ἐρώτησιν οὕτως ἀποκρινόμεθα· ὅτι οὐδὲ ἡμεῖς ἀνακολούθως διδασκόμεθα, ἀλλ' ὡς ἐμάνθανον οἱ ἀπόστολοι πρῶτον μὲν τὰ τοῦ νόμου, ὕστερον δὲ τὰ εὐαγγέλια, οὕτω καὶ ἡμᾶς ἐδίδαξαν· μαρτυροῦσι δὲ τούτων αὐτῶν αἱ φωναί, ἐν αἷς κατήγγειλαν τὸ εὐαγγέλιον· πανταχοῦ γὰρ ἐκ τοῦ νόμου τὸν Χριστὸν κηρύξαντες ἐκ τῶν πρώτων τὰ ἥσσονα καὶ ἐκ τῶν ἡσσόνων τὰ μείζονα δείκνυται· τὸ γὰρ "προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ἡμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν κατ' ἐμέ", καὶ τὸ "εἶπεν ὁ κύριος τῷ κυρίῳ μου κάθου ἐκ δεξιῶν μου", καὶ τὸ "οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ ἡ σάρξ μου εἶδε διαφθοράν", φωναί εἰσι τοῦ νόμου, προκαταγγείλαντος ἐν αὐταῖς τὸν Χριστόν· αἷς καὶ ὁ ἀπόστολος Πέτρος χρησάμενος τοῖς Ἰουδαίοις τὸ εὐαγγέλιον ἐκήρυξε. καὶ ὡς μὲν πρὸς τὴν μάθησιν