Ancient Greek
Page 103
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 103
Not analysed yet
συνεχώρησε θυσίαν γενέσθαι τοῦ Ἰεφθάε τὴν θυγατέρα· ὅπερ οὐκ ἦν τῆς προαιρέσεως προηγουμένως οὔτε τοῦ θεοῦ οὔτε τοῦ Ἰεφθάε, ἀλλὰ συμβεβηκός πως τῷ ἀορίστῳ τῆς εὐχῆς. ἐπειδὴ οὖν ὁ Ἰεφθάε τὴν εἰς θεὸν εὐσέβειαν φυλάττων διὰ τῆς θυσίας τῆς θυγατρὸς ἀνεδείχθη, διὰ τοῦτο αὐτοῦ γέγονεν ἡ μνήμη ἐν τῷ καταλόγῳ τῶν δικαίων. ΡΙΑʹ. Ἐρώτησις. Εἰ πρὸς σύστασιν τοῦ ἀληθῆ εἶναι τὴν παρὰ τῶν ὀρθοδόξων γενομένην λατρείαν τὴν τῶν θαυμάτων χάριν ἐν ταῖς αὐτῶν ἐκκλησίαις κατ' ἀρχὰς ὁ δεσπότης δεδώρηται Χριστός, διατί, ἡνίκα αἱρετικοὶ ἐν αὐταῖς λατρεύσαντες ἀπ' αὐτῶν τῶν ὀρθοδόξων ἀπέστησαν, οὐ συναπέστη τοῖς ὀρθοδόξοις ἀπὸ τῶν ἐκκλησιῶν καὶ τὰ θεῖα χαρίσματα, ἀλλ' ἡ μὲν τῆς πλάνης λατρεία ταῖς ἐκκλησίαις ἐπεισέφρησε, τὰ δὲ πρὸς τὴν αὔξησιν τῆς ὀρθοδοξίας ὑπὸ τοῦ θεοῦ δωρηθέντα καὶ ἐπὶ τῶν αἱρετικῶν τὴν αὐτὴν ἐν ταῖς ἐκκλησίαις εἶχεν ἐνέργειαν; Ἀπόκρισις. Εἰ μὲν τῶν αἱρετικῶν ζώντων ἢ ἀποθανόντων ἡ θεία χάρις ἐνήργει τὰ χαρίσματα, εἶχεν ἂν τὸ γιγνόμενον εὔλογον ἀπορίαν· εἰ δὲ οἱ τὰ θεῖα θαύματα ἐν ταῖς ἐκκλησίαις ἐνεργοῦντες ἅγιοί εἰσιν ἀπόστολοι προφῆται καὶ μάρτυρες, ὧν τὰ λείψανα κεῖνται ἐν ταῖς ἐκκλησίαις, δῆλον ὅτι καὶ νῦν οἱ ὀρθόδοξοι ἐνεργοῦσι τὰ θαύματα· ὀρθόδοξοι γάρ εἰσιν οἱ ἀπόστολοι προφῆταί τε καὶ μάρτυρες, ὧν τοῖς θείοις ἔργοις διαμαρτύρεται τῷ κόσμῳ ὁ θεὸς ἐκείνων εἶναι τὰς ἐκκλησίας, δι' ὧν τὰ θαύματα ἐκτελεῖται, τουτέστι τῶν ὀρθοδόξων. ΡΙΒʹ. Ἐρώτησις. Εἰ μελέτῃ λογικὸς ἅπας τὴν γνῶσιν κομίζεται, γνώσεως δὲ νόμος τῶν μειζόνων προτάττειν τὰ ἥσσονα—ὅπερ κρατῆσαν ἐπὶ τῶν Ἰουδαίων σαφέστερον δείκνυται—πρότερον τὰ τοῦ νόμου, εἶθ' οὕτως τὰ εὐαγγελικὰ παρειληφότων μαθήματα,