Ancient Greek
Page 109
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 109
Not analysed yet
εἰ συνέβη αὐτῷ μηδαμῶς αὐτὸν εὔξασθαι τῷ θεῷ; καὶ ἐπειδὴ περὶ τῶν ἀποστόλων οὐδεμία γέγονεν ἀμφιβολία, εἰ ἄνθρωποι ἦσαν, περὶ δὲ τοῦ σωτῆρος ἔμελλε γίνεσθαι ἀμφιβολία, διὰ τοῦτο συχνότερον αὐτὸν τοῖς λοιποῖς ἀνθρώποις καὶ τὸ εὔξασθαι αὐτὸν ἡ θεία κατήγγειλε γραφή· εἰ γὰρ τῶν τῆς σαρκὸς ἀσθενειῶν ἀνώτερος διὰ τῆς ἀναστάσεως γενόμενος, ὡς "ἀρχιερεὺς τῆς ὁμολογίας ἡμῶν", ἐντυγχάνει τῷ θεῷ ὑπὲρ ἡμῶν, πῶς οὐχὶ μᾶλλον ἔτι ὑποκειμένου αὐτοῦ "τῇ ἀσθενείᾳ τῆς σαρκὸς" ἐδεῖτο μεγάλης κραυγῆς, καὶ "κραυγῆς ἰσχυρᾶς καὶ δακρύων", μεθ' ὧν τὴν δέησιν προσέφερε τῷ δυναμένῳ ῥύσασθαι αὐτὸν ἐκ θανάτου; ΡΙΖʹ. Ἐρώτησις. Εἰ πάντων τῶν ἀνθρώπων μίαν ἔχει ἡ σὰρξ καὶ μίαν ἡ ψυχὴ τὴν οὐσίαν, πῶς ὃ μὲν ἀργὸς ὃ δὲ περὶ τὴν νόησίν ἐστιν ὀξύτερος; ἀλλ' εἰ μὲν ἡ ψυχὴ τῆς τοιαύτης διαφορᾶς ἐστιν ἡ αἰτία, ἀνάγκη τῶν ψυχῶν ὑπονοεῖν τὴν οὐσίαν διάφορον, κατὰ τὴν διαφορὰν τῆς νοήσεως. εἰ δὲ ἡ σάρξ, ὁ αὐτὸς καὶ περὶ αὐτῆς λόγος ἁρμόσειεν. εἰ δὲ ἔκ τινος χυμοῦ, οἷον ξηροῦ ἢ ὑγροῦ, ἢ θερμοῦ ἢ ψυχροῦ, πλεονασμοῦ ἢ ἐλλείψεως τοῦ θατέρου τὸ θάτερον ἐπικρατέστερον γίνεται, οἷον ἀφροσύνη καὶ φρόνησις, πόθεν ἢ ὅπως γίνεται τῆς τοιαύτης ποιότητος ἡ ἐπικράτεια, ἡ παρασκευάζουσα τὸ πολύνουν ἢ τὸ ἄνουν ἐν ἡμῖν πλεονάζειν; Ἀπόκρισις. Τῆς τοῦ νοεῖν ὀξύτητος ἢ νωθρότητος αἰτίαν ἀποδεδώκασί τινες τῶν τε στοιχείων, ἐξ ὧν σύγκειται τὰ ἡμέτερα σώματα, τὴν εὐκρασίαν καὶ τὴν δυσκρασίαν καὶ τῶν ὀργανικῶν μορίων τὴν συμμετρίαν καὶ τὴν ἀσυμμετρίαν, καὶ δοκοῦσιν ὀρθῶς ἀποδεδωκέναι τὰς τούτων αἰτίας· εἰσὶ γάρ τινες ἐν μὲν τῇ νεότητι γεννητικοί τε καὶ ἐπινοητικοί, ὀξεῖς νοημάτων τυγχάνοντες, ἐν δὲ