Ancient Greek
Page 110
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 110
Not analysed yet
τῷ γήρει εἰς τὸ ἐναντίον μεταβαλλόμενοι γίνονται περὶ τὸ νοεῖν ἀργοί. ἔστι δὲ τοῦτο σημεῖον τοῦ τὴν εὐκρασίαν τε καὶ δυσκρασίαν εἶναι αἰτίαν τῆς τοιαύτης μεταβολῆς. ὡσαύτως δὲ καὶ οἱ λίαν μεγαλοκέφαλοι, οἱ λεγόμενοι βαρυκέφαλοι, καὶ οἱ ἄγαν μικροκέφαλοι, διὰ τὸ μὴ σῴζειν σύμμετρον ἀναλογίαν πρὸς τὰ ἄλλα μέρη τοῦ σώματος, διὰ τὴν ὑπερβολὴν μικρότητος ἢ μεγέθους, καὶ αὐτοὶ ἀνεπιτήδειοί εἰσι τοῦ δύνασθαι εἶναι γεννητικοί τε καὶ ἐπιδεκτικοὶ νοημάτων. γίνονται δὲ καὶ ἄλλοι πρὸς τὴν κατάληψιν τῶν τῇ γνώσει συνεστώτων πραγμάτων ὀξεῖς τε καὶ ἕτοιμοι καὶ ἀπὸ τῆς θείας χάριτος, ὡς τὸ "ὁ κύριος ἔδωκε τῷ Σολομῶντι πλάτος καρδίας, ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης", καὶ ὡς τὸ "οἷς μὲν δέδοται διὰ τοῦ πνεύματος λόγος σοφίας, ἄλλοις δὲ λόγος γνώσεως". ΡΙΗʹ. Ἐρώτησις. Εἰ ὑπὸ μὲν τῶν ἀπίστων πρὸς ἀπάτην εὑρέθη τὰ ᾄσματα, τοῖς δὲ ἐν νόμῳ εἰσηγήθη διὰ φρενῶν νηπιότητα, οἱ τῆς χάριτος τέλεια καὶ τῶν ῥηθέντων τρόπων ἀλλότρια παρειληφότες μαθήματα διατί ἐν ταῖς ἐκκλησίαις κατὰ τοὺς ἐν τῷ νόμῳ νηπίους τοῖς ᾄσμασι κέχρηνται; Ἀπόκρισις. Οὐ τὸ ᾆσαι ἁπλῶς ἐστι τοῖς νηπίοις ἁρμόδιον, ἀλλὰ τὸ μετὰ τῶν ἀψύχων ὀργάνων ᾆσαι καὶ μετὰ ὀρχήσεως καὶ κροτάλων. διὸ ἐν ταῖς ἐκκλησίαις περιαίρεται ἡ χρῆσις τῶν τοιούτων ὀργάνων καὶ τῶν ἄλλων τῶν νηπίοις ὄντων ἁρμοδίων, καὶ ὑπολέλειπται τὸ ᾆσαι ἁπλῶς· ἡδύνει γὰρ τὴν ψυχὴν πρὸς ζέοντα πόθον τοῦ ἐν τοῖς ᾄσμασιν ᾀδομένου, κοιμίζει τὰ ἐκ τῆς σαρκὸς ἐπανιστάμενα πάθη, τοὺς ὑπὸ τῶν ἀοράτων ἐχθρῶν ἐμβαλλομένους ἡμῖν λογισμοὺς ἀπωθεῖται, ἀρδεύει τὴν ψυχὴν πρὸς