Ancient Greek
Page 114
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 114
Not analysed yet
καὶ ἀδελφὰς λέγει τοὺς κατ' οἰκειωτικὴν διάθεσιν *προσλαμβανόμενον τὸ διὰ Χριστὸν καταλείψαντα τοὺς φύσει πατέρας τε καὶ μητέρας, ἀδελφούς τε καὶ ἀδελφάς, οὕτω καὶ γυναῖκα λέγει τὴν ἐν καιρῷ τῆς διὰ Χριστὸν ἐγκαταλείψεως προνοουμένην τοῦ καταλείψαντος τὴν φύσει γυναῖκα. ἡ δὲ ἐκκλησία τοῦ δεσπότου Χριστοῦ, ἡ ἐξ ἀρχῆς τοῦ χριστιανικοῦ κηρύγματος ὑπὸ τῶν αὐτῇ ἀντικειμένων Ἑλλήνων τε καὶ Ἰουδαίων διωκομένη, ἁρπαζομένη πολυχρονίως, πόθεν ἔν τε τοῖς πνευματικοῖς καὶ ἐν τοῖς ἀνθρωπίνοις τοσαύτην, ἣν ὁρῶμεν, ἐπίδοσιν ἐδέξατο, μὴ τῆς θείας τε καὶ ζώσης τοῦ σωτῆρος φωνῆς τοῦ κατὰ πολυπλασιασμὸν *ὑποσχομένης τὴν ἀνταπόδοσιν ἐνεργησάσης ἐν αὐτῇ; πόθεν δὲ πλούσιοι ἄνδρες καὶ γυναῖκες τὰς ἑαυτῶν ὑπάρξεις ἐπιφερόμενοι ἐν τῇ ἐρήμῳ τοὺς ἐκεῖσε διὰ Χριστὸν ἀναχωρήσαντας ἐζήτησαν, καὶ τούτων τὰ ὑστερήματα ἀνεπλήρωσαν, καθὰ ἔγνωμεν ἐκ τῆς ἱστορίας τῶν ἁγίων ἀρχομένων ἀνδρῶν, μὴ τοῦ δεσπότου Χριστοῦ δι' αὐτῶν τὴν ἰδίαν ὑπόσχεσιν ἀγαγόντος εἰς πέρας; ΡΚΒʹ. Ἐρώτησις. Εἰ πρὸς σύστασιν τῆς τῶν σωμάτων ἀναστάσεως ὡς καιρίῳ τῷ κατὰ τὰ σπέρματα ὑποδείγματι ὁ ἀπόστολος ἐν τῇ πρὸς Κορινθίους ἐχρήσατο, πῶς οἱ τεμνόμενοι ἢ καιόμενοι ἀναστήσονται, τῶν σπερμάτων μετὰ τομὴν ἢ καῦσιν οὐ βλαστανόντων, ἀλλ' εἰς τὸ παντελὲς φθειρομένων; Ἀπόκρισις. Τῆς φύσεως οὔσης τῆς ἐργαζομένης τὰ ἐκ τῶν σπερμάτων γινόμενα, ὡς ἔμμετρον λαβούσης παρὰ τοῦ δημιουργοῦ τὴν δύναμιν, ἀνάγκη ἐπιτήδεια εἶναι τὰ σπέρματα πρὸς ποίησιν τῶν ἐξ αὐτῶν γιγνομένων. διὸ ἐὰν καῇ ἢ τμηθῇ τὰ σπέρ-