Ancient Greek
Page 115
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 115
Not analysed yet
ματα, ἄχρηστα γίνεται τῇ φύσει πρὸς ποίησιν τῶν ἐξ αὐτῶν γιγνομένων· ὁ δὲ θεὸς ἅτε οὐκ ἔμμετρον ἔχων τὴν δύναμιν, διὰ τοῦτο οὐδέν ἐστιν αὐτῷ ἀνεπιτήδειον πρὸς ποίησιν πάντων ὧν βούλεται, οὐδὲ κωλύεται ὑπὸ τῆς τομῆς καὶ καύσεως τῶν σωμάτων τοῦ ποιήσασθαι αὐτῶν τὴν ἀνάστασιν· οὐ γὰρ νόμῳ καὶ μέτρῳ φύσεως ἐργάζεται ὁ θεός, ἀλλ' αὐθεντίᾳ βουλῆς τῆς ἐν μηδενὶ ἀπορουμένης πρὸς ποίησιν ὧν βούλεται ποιεῖν. ἐχρήσατο δὲ ὁ ἀπόστολος τῷ κατὰ τὰ σπέρματα ὑποδείγματι πρὸς πίστωσιν τῆς τῶν νεκρῶν ἀναστάσεως, ἵνα κατὰ ἀναλογίαν πιστώσηται τῆς ἀναστάσεως τὸν λόγον, ὅτι, ὥσπερ οὐκ ἀπιστοῦμεν τὴν βλάστησιν τοῦ σπέρματος ὁρῶντες ἐν τῇ γῇ ἀποθανόντος καὶ ἀποβεβληκότος τοῦ σπέρματος τὴν φύσιν, οὕτως οὐκ ὀφείλομεν ἀπιστεῖν τῶν νεκρῶν τὴν ἀνάστασιν· ὁ γὰρ θεὸς ὁ δεδωκὼς τῇ φύσει τὸ διὰ τοῦ θανάτου τοῦ σπέρματος ἐργάσασθαι τὴν βλάστησιν, πολλῷ μᾶλλον αὐτὸς δύναται ἐκ τοῦ θανάτου ἐγεῖραι τοὺς νεκρούς. ΡΚΓʹ. Ἐρώτησις. Εἰ τὴν βασιλείαν τοῦ Ἰσραὴλ δόξαν καὶ τρυφὴν καὶ ἄνεσιν ἐπίγειον οἱ ἀπόστολοι ὑπελάμβανον, καθά τινες ἔφασαν, διατί ὁ κύριος περὶ ταύτης παρ' αὐτῶν ἐρωτώμενος οὐ μόνον αὐτοὺς οὐ διωρθώσατο, ἀλλὰ καὶ ἐπέσφιγξεν αὐτῶν τὴν ἄγνοιαν, φήσας πρὸς αὐτούς· "οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιρούς, οὓς ὁ πατὴρ ἐν τῇ ἰδίᾳ ἔθετο ἐξουσίᾳ"; αὕτη δὲ ἡ ἀπόκρισις βεβαιοῖ τὴν ἐκείνων ἐρώτησιν. Ἀπόκρισις. Καὶ τοῦτο ἕν ἐστι τῶν πρὸ τῆς ἐπιφοιτήσεως τοῦ ἁγίου πνεύματος μὴ δυναμένων γνωσθῆναι ὑπὸ τῶν ἀποστόλων, κατὰ τὸ γεγραμμένον "πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι· ὅταν δὲ ἔλθῃ ὁ παράκλητος, τὸ πνεῦμα τῆς ἀληθείας, ἐκεῖνο ὁδηγήσει ὑμᾶς πρὸς πᾶσαν τὴν ἀλή-