Ancient Greek
Page 121
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 121
Not analysed yet
ἀνατολὴν ποιεῖν ἡμᾶς τὰς εὐχάς· ἐν παντὶ γὰρ τόπῳ ὑπάρχει ἡ ἀνατολὴ τοῖς εὐχομένοις. καὶ ἐπειδὴ ἐφ' ὃ μέρος τὴν ὁρατικὴν αἴσθησιν κεκτήμεθα, κατὰ τοῦτο τὸ μέρος προσκυνοῦμεν, ἀδύνατον δὲ ἐν τῷ καιρῷ τῆς προσευχῆς εἰς τὰ τέσσαρα μέρη τοῦ σώματος ἀποβλέπειν, διὰ τοῦτο τῷ ἑνὶ μέρει τῆς κτίσεως ἀφορῶντες ποιοῦμεν τὴν προσευχήν, οὐχ ὡς μόνον ἔργον τοῦ θεοῦ, οὐδ' ὡς εἰς κατοικητήριον θεοῦ τοῦτο ἀφωρισμένον, ἀλλ' εἰς τόπον προσκυνήσεως τῆς παρ' ἡμῶν προσαγομένης θεῷ. δοκεῖ δὲ παρ' ὧν εἴληφεν ἡ ἐκκλησία τὸ εὔξασθαι, παρὰ τούτων εἰληφέναι καὶ τὸ ποῦ εὔξασθαι, τουτέστι παρὰ τῶν ἁγίων ἀποστόλων. ΡΑʹ. Ἐρώτησις. Εἰ μήτε τοὺς ἐκ τῶν δένδρων καρπούς, μήτε τῆς τῶν κρεῶν ἐδωδῆς οἱ πρὸ τοῦ κατακλυσμοῦ μετελάμβανον, καθώς τινες τῶν πατέρων ἐδίδαξαν, πῶς ὁ Ἄβελ ἐκ τῶν στεάτων τῶν προβάτων ὦν ἐποίμαινε καὶ ὁ Κάιν ἐξ ὧν ἐγεώργει καρπῶν τῆς γῆς ὁμοίως προσέφερε; καὶ δῆλον ὡς ἑκάτερος αὐτῶν τῆς οἰκείας βρώσεως προτιμῶν τὸ θεῖον τοιαύτῃ θυσίᾳ ἐκέχρητο. εἰ δὲ τὰ ἄχρηστα ἑαυτοῖς τῷ θεῷ προσεκόμιζον, πῶς τῇ τοιαύτῃ προσφορᾷ τὸ θεῖον οὐχ ὕβριζον; ἀζήμιον γὰρ αὐτῷ καὶ χλευαστικὴν χάριν ἕκαστος αὐτῶν κατετίθετο. πῶς οὖν ἡ μὲν τοῦ Κάιν θυσία ἀπόβλητος, τὰ δὲ τοῦ Ἄβελ δῶρα αἰδέσιμα γέγονε; Ἀπόκρισις. Ὁ μακάριος ἀπόστολος, ὁ τῶν πατέρων πατὴρ καὶ τῆς εὐσεβείας διδάσκαλος, φησί· "τίς φυτεύει ἀμπελῶνα καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει; τίς ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει"; —ἀντὶ τοῦ οὐδείς. ἀλλ' εἰ μηδείς, δῆλον ὅτι οὔτε Ἄβελ ἐποίμαινε τὴν ποίμνην, ἵνα μὴ ἐσθίῃ τοῦ γάλακτος τῆς ποίμνης αὑτοῦ, οὔτε ὁ Κάιν ἐγεώργει τὴν γῆν, ἵνα μὴ ἐσθίῃ τῶν καρπῶν αὐτῆς, ἔτι δέ, εἰ ἄχρηστοι