Ancient Greek
Page 122
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 122
Not analysed yet
ἦσαν τῷ Κάιν οἱ καρποὶ τῆς γῆς, τίνος ἕνεκεν τοῖς χείροσι μὲν ἐτίμα τὸν θεόν, τοῖς κρείττοσι δὲ ἑαυτὸν τοῦ θεοῦ προετίμησε (διὸ ἀπόβλητος αὐτοῦ γέγονεν ἡ θυσία), μὴ χρῄζων τῶν καρπῶν τῆς γῆς; εἰ δὲ προετίμησεν ὁ μὲν Ἄβελ τῆς οἰκείας χρείας τὸν θεόν, ὁ δὲ Κάιν τὴν ἰδίαν χρείαν τοῦ θεοῦ, δῆλον ἄρα ὅτι ἕκαστος αὐτῶν τῆς ἐκ τῶν οἰκείων καρπῶν ἔχρῃζε θεραπείας. ΡΛΑʹ. Ἐρώτησις. Εἰ βασιλείαν θεοῦ τὴν ἀνάστασίν τινες ὑπειλήφασι, δίκαιοι δὲ καὶ ἁμαρτωλοὶ ταύτης ἀξιωθῆναι πιστεύονται, πῶς τοὺς τὰ ἀπηγορευμένα ποιήσαντας ἀποκληρονόμους ὁ Παῦλος ἀπέφῃνε, φήσας ὅτι "οὔτε πόρνοι οὔτε μοιχοὶ" καὶ οἱ ἐφεξῆς "βασιλείαν θεοῦ κληρονομήσουσιν"; Ἀπόκρισις. Βασιλείαν θεοῦ οἶδεν ἡ θεία γραφὴ ὀνομάζειν οὐ τὴν ἀνάστασιν ἁπλῶς, ἀλλὰ τὴν μετὰ τὴν ἀνάστασιν κατάστασιν, ἐν ᾗ γίνεται κολαζομένων τε καὶ δοξαζομένων ἡ διαίρεσις, τοῦ θεοῦ ὑπὸ πάντων ἀναμφιβόλως ὁμολογουμένου, τοῦ τὴν δόξαν ἐν τοῖς δοξαζομένοις ἐνεργοῦντος καὶ τὴν κόλασιν ἐν τοῖς κολαζομένοις. "ἀκούσονται τῆς φωνῆς τοῦ θεοῦ οἱ ἐν τοῖς μνημείοις καὶ ἐξελεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, καὶ οἱ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως". διαιρεῖται οὖν ἡ ἀνάστασις εἰς ζωὴν καὶ κρίσιν, κατὰ τὰς διαφορὰς δικαίων τε καὶ ἀδίκων· ἐπὶ πλέον γὰρ ἡ ἀνάστασις τῆς βασιλείας τοῦ θεοῦ· ἡ μὲν γὰρ ἀνάστασις δικαίους καὶ ἀδίκους περιέχει, ἡ δὲ βασιλεία τοῦ θεοῦ μόνους τοὺς δικαίους. ΡΛΒʹ. Ἐρώτησις. Εἰ ἀναθεματισμὸν μόνον ἐπὶ τῶν ἀτόπων ἡ παλαιά τε καὶ νέα διαθήκη ἐπίσταται, πῶς ὁ μακάριος Πέτρος ἐν τῷ πάθει τὸν δεσπότην ἀρνούμενος καταθεματίζειν ἤρξατο;