Ancient Greek
Page 126
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 126
Not analysed yet
νημένων κτισμάτων κατέχουσαι τοῦ ποτὲ πόλεις γεγενῆσθαι δεικνύουσι, τῆς παλαιᾶς εὐθηνίας καὶ τῆς νέας ἐρημίας ἑκατέρας τὰς θρῃσκείας αἰτίας ἀμφοτέρων προσφέρουσαι. Ἀπόκρισις. Παρὰ τοῦ δεσπότου θεοῦ, τοῦ τὸν ἥλιον αὑτοῦ ἀνατέλλοντος ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχοντος ἐπὶ δικαίους καὶ ἀδίκους, ἀμφοτέροις χορηγεῖται ἡ κατὰ τὸν παρόντα βίον σωματικὴ λαμπρότης· οὗ γὰρ τῇ δυνάμει ὁ κόσμος γεγένηται, τούτου καὶ τῇ προνοίᾳ διοικεῖται. ἵνα οὖν ἑαυτοὺς ὁρῶντες οἱ δίκαιοι πλεονάζοντας μὲν ἐν τοῖς ὑπὲρ εὐσεβείας πόνοις, ἰσαζομένους δὲ τοῖς ἀσεβέσιν ἐν τοῖς βιωτικοῖς, βίον ἕτερον προσδοκῶσιν, ἐν ᾧ γίνεται τῇ διαφορᾷ τιμῆς τε καὶ τιμωρίας δικαίων τε καὶ ἀδίκων ἡ διάκρισις· οὐ γάρ ἐστιν ἄδικος ὁ θεός, ὥστε μὴ ποιεῖν δικαίων τε καὶ ἀδίκων τὴν διαστολήν, καθὰ προείρηται. ὅτι δὲ κρατοῦντος τοῦ ἑλληνισμοῦ ἐγένοντο οἱ ἀφανισμοὶ πόλεών τε καὶ ἀγρῶν, μαρτυρεῖ ἡ ἐρημία τῶν τε Βαβυλωνίων καὶ Ἀσσυρίων καὶ τῆς Νινευὴ καὶ ἑτέρων ἐθνῶν πολλῶν. ποία δὲ πόλις τῶν ἐμφανῶν πόλεων κρατοῦντος τοῦ χριστιανισμοῦ ἐρημώθη, οὐκ ἔστι δεῖξαι. ἀπὸ δὲ τῆς ἀφθονίας τε καὶ ἀφορίας οἰκήσεώς τε καὶ ἐρημίας πόλεών τε καὶ ἀργῶν οὐκ ἔστι τεκμήρασθαι τῶν κρειττόνων τὴν ὁσιότητα, τοῦ δεσπότου θεοῦ τῶν αὐτῶν πρὸς τὸ λυσιτελὲς πᾶσι τοῖς ἀνθρώποις τὴν παροχὴν ποιοῦντος καὶ τὴν ἀφαίρεσιν. κρίνεται δὲ τῶν κρειττόνων ἡ ὁσιότης ἐκ τῶν κατὰ προαίρεσιν ὑπ' αὐτῶν πραττομένων καλῶν. τὸ δὲ ἀνθρώπους προσάγειν δαίμοσιν εἰς θυσίαν—"ἔθυσαν" φησί "τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις"—καὶ τὸ τοῖς ἀψύχοις τὴν θεῷ πρέπουσαν προσφέρειν τιμήν, τῶν Ἑλλήνων κρατούντων ἐγίνετο·