Ancient Greek
Page 125
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 125
Not analysed yet
τάσσων τῷ ἡλίῳ. ἐν τούτοις μὲν ἡ πρόνοια διαδείκνυται τοῦ θεοῦ, ἐν ἐκείνοις δὲ παρασκευάζει τοὺς εὐσεβεῖς πρὸς ἄλλον βίον ἀφορᾶν, ἐν ᾧ γίνεται κατὰ δόξαν τε καὶ ἀδοξίαν δικαίων τε καὶ ἀδίκων ἡ διαίρεσις. ΡΛΕʹ. Ἐρώτησις. Εἰ ἀποδιδόναι κακὸν ἀντὶ κακοῦ, ἢ λοιδορίαν ἀντὶ λοιδορίας ὁ ἀπόστολος ἀπηγόρευσε, πῶς αὐτὸς ὧν εἶπεν ἐναντία ἔπραξε, ποτὲ μὲν τῷ ἀρχιερεῖ, ποτὲ δὲ Ἀλεξάνδρῳ τῷ χαλκεῖ ἀρασάμενος; Ἀπόκρισις. Εἰ μὲν ἀντέτυπτεν ὁ Παῦλος τὸν τυπτήσαντα αὐτὸν ἀρχιερέα, ἢ ἀντεκάκωσε τὸν κακώσαντα αὐτὸν Ἀλέξανδρον, ἐνῆν λέγειν ὅτι τὰ ἐναντία ὧν ἐδίδασκεν ἔπραττε· τὸ δὲ λέγειν τὰ ἑκάστῳ μέλλοντα συμβήσεσθαι παρὰ τοῦ θεοῦ, τῷ μὲν ἀρχιερεῖ τὸ "τύπτειν σε μέλλει ὁ θεὸς τοῖχε κεκονιαμένε", τῷ δὲ Ἀλεξάνδρῳ τὸ "ἀποδώσει αὐτῷ κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ", οὐκ ἔστιν οὔτε κατάρα οὔτε λοιδορία, ἀλλὰ πρόρρησις πρέπουσα ἀνδρὶ ἀποστόλῳ ἑαυτὸν μὴ ἐκδικοῦντι, ἀλλὰ διδόντι τόπον τῇ ὀργῇ. ΡΛϛʹ. Ἐρώτησις. Εἰ τοὺς εὐσεβεῖς ἀμείβεται ὁ θεὸς τῇ κατὰ τόνδε τὸν βίον λαμπρότητι, ὡς τὸν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ τοὺς ἐξ αὐτῶν, πλούτῳ καὶ εὐπαιδίᾳ καὶ καρπῶν εὐθηνίᾳ, πόθεν καὶ τὰ ὅμοια παρείποντο Ἕλλησιν, ἡνίκα τὰ εἴδωλα πανταχοῦ ἐθεράπευον; πῶς δὲ ὁ ἑλληνισμὸς οὐ δείκνυται ὁσιώτερος; ὅτι ἕως μὲν ἐκεῖνος κατεῖχε τῶν πόλεων, πᾶσαι αἱ πόλεις καὶ οἱ ἀγροὶ εὐπραγίαν καὶ εὐθηνίαν ἐκέκτηντο, καὶ ταῦτα οὐ συχνότερον πολεμούμεναι· ἀφ' οὗ δὲ αὐτὰς τὸ χριστιανικὸν κατέλαβε κήρυγμα, καὶ οἴκων καὶ οἰκούντων καὶ τῆς λοιπῆς εὐθηνίας κατέστησαν ἔρημοι, καὶ μόλις τὰ λείψανα τῶν πάλαι ὑπὸ τῶν Ἑλλήνων γεγε-