Ancient Greek
Page 132
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 132
Not analysed yet
ὅλα ὀφθαλμῶν καταγέμοντα; εἰ δὲ μὴ ἠτένιζε, πῶς οὐ περιττῶς τὸ τοσοῦτον πλῆθος πανταχόθεν τῶν ὀμμάτων ἐκέκτητο; Ἀπόκρισις. Ἄλλη ἐστὶν ἡ κατὰ τὸν προφήτην Ἡσαίαν τῶν Σεραφὶμ ὀπτασία, καὶ ἄλλη ἡ κατὰ τὸν προφήτην Ἰεζεκιήλ. ἐκεῖ μὲν παρὰ τῷ Ἡσαΐᾳ τὰ Σεραφὶμ ἑξαπτέρυγα, ἐνταῦθα δὲ παρὰ τῷ Ἰεζεκιὴλ τὰ Χερουβὶμ τετραπτέρυγα καὶ τετραπρόσωπα. καὶ ἐν μὲν τῇ κατὰ τὸν προφήτην Ἰεζεκιὴλ ὀπτασίᾳ οὐκ ἦν χρεία τοῦ κατακαλύπτειν τὰ Σεραφὶμ τὰ πρόσωπα ἑαυτῶν, κάτωθεν τοῦ κρυσταλλοειδοῦς στερεώματος ἑστηκότα τήν τε στάσιν καὶ τὴν πτῆσιν, ἐφ' οὗ ἦν ὁ θρόνος τῆς δόξης. ἠτένιζε δὲ τὰ Σεραφὶμ οὐ μόνον τοῖς ὀφθαλμοῖς τοῖς ἐν τοῖς προσώποις τῶν ζῴων, ἀλλὰ καὶ τοῖς ἐν τοῖς ἄλλοις μέρεσι τοῦ σώματος αὐτῶν. καὶ ἐπειδὴ ἐν τῷ πορεύεσθαι τὰ Σεραφὶμ ἀνάκαμψις καὶ ἀναστροφὴ οὐκ ἐγένετο τῆς τῶν ζῴων ὄψεως, διὰ τοῦτο χρεία ἦν τοῦ πανταχοῦ αὐτὰ ἀτενίζειν οἷς ἐκέκτηντο ὀφθαλμοῖς. ὥστε οὐ μάτην ἐκέκτηντο τὸ πλῆθος τῶν ὀμμάτων. ΡΜΓʹ. Ἐρώτησις. Εἰ διὰ τὴν εἰς Χριστὸν οἱ Ἰουδαῖοι ἀπείθειαν ὑποχείριοι τοῖς Χριστῷ πειθομένοις ἐδόθησαν, οἱ δὲ τὸν ἀληθῆ Χριστὸν μὴ γινώσκοντες χριστιανοὶ ἀληθῶς οὐ δύνανται εἶναι, κἂν χριστιανοὶ ὀνομάζονται, οἷά ἐστι τῶν αἱρετικῶν τὰ συστήματα, πῶς οἱ τοιοῦτοι οὐ μόνον Ἰουδαίων, ἀλλὰ καὶ [τῶν] τὸν ἀληθῆ Χριστὸν δεσπότην τοῦ παντὸς γνωριζόντων ἐκράτησαν καὶ μυρίοις δεινοῖς περιέβαλον, τοῦ ἀληθοῦς χριστιανισμοῦ οὐ μόνον Ἰουδαίων, ἀλλὰ καὶ τῶν ψευδοχριστιανῶν διὰ τὸ ἀληθὲς δεσπόζειν ὀφείλοντος; εἰ δὲ τὸ δεσπόζειν ὀφεῖλον ὑπὸ τῆς πλάνης δεσπόζεται, πῶς τὴν δουλείαν τῶν Ἰουδαίων τῇ εἰς Χριστὸν ἀπειθείᾳ ἐπιγράφομεν, καὶ αὐτῶν σὺν τοῖς ἀληθινοῖς χριστιανοῖς τοῖς ψευδωνύμοις Χριστιανοῖς δεδουλευκότων πολλάκις; Ἀπόκρισις. Τὸ κράτος τῆς τοῦ δεσπότου Χριστοῦ δυναστείας ἐν τῇ καθαιρέσει τῶν αὐτῷ ἀπειθησάντων Ἰουδαίων δεί-