Ancient Greek
Page 139
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 139
Not analysed yet
πάροδος καὶ ἀδιάβλητος ἐπὶ φαυλότητι φύσεως καὶ τῆς ἐξ αὐτῶν χρείας. εἰ δὲ τοῦτο, δῆλον ὅτι ἑνὸς δημιουργοῦ ἐστιν ἀγαθοῦ πάντα τὰ ἄλογα ζῷα δημιουργήματα. ΡΝʹ. Ἐρώτησις. Εἰ τὴν προλεχθεῖσαν φαυλότητα φθόνῳ τῆς τῶν ἀνθρώπων σωτηρίας ἐν τοῖς ἀνθρώποις ὁ ἐχθρὸς κατεργάζεται, μηχανώμενος διὰ τούτων ταῖς μελλούσαις αὐτοὺς ὑποβάλλειν κολάσεσι, τὰ ἄλογα μήτε σωτηρίαν μήτε τιμωρίαν ἐν τοῖς μέλλουσι κομίζεσθαι μέλλοντα καὶ διὰ τοῦτο τὸ ἀπολέμητον ἔχοντα, πῶς οὐ μὴ φαυλότητι φύσεως τὰ φαῦλα μετέρχονται; Ἀπόκρισις. Τὸ ἐπὶ φαυλότητι φύσεως διαβάλλειν τῶν ἀλόγων τὰς φύσεις οὐκ ἔστιν εὔλογον· τῶν γὰρ λόγου μετεχόντων ἐστὶ τὸ ἀγαθῶς ἢ φαύλως τι διαπράξασθαι, οὐχὶ τῶν λόγου ἀμετόχων. καὶ ἐπειδὴ διὰ τὴν προλεχθεῖσαν χρείαν γέγονε τῶν ἀλόγων ἡ φύσις, διὰ τοῦτο δῆλον ὅτι, ἀγαθῆς οὔσης τῆς χρείας, ἀγαθή ἐστι καὶ ἡ φύσις. ΡΝΑʹ. Ἐρώτησις. Εἰ τὸν νόμον τοῖς Ἰσραηλίταις ὁ θεὸς διὰ Μωσέως κατέπεμψε, πῶς ἐν πλείοσι τόποις τῆς θείας γραφῆς νόμος καὶ τοῦ νόμου νομοθέτης ὁ Μωσῆς ὀνομάζεται; Ἀπόκρισις. Ἔθος ἐστὶν οὐ μόνον ἐν τοῖς ἀνθρώποις, ἀλλὰ καὶ τῇ θείᾳ γραφῇ, τῷ τοῦ εἰρηκότος τὸν λόγον ὀνόματι ὀνομάζειν τὸν λόγον, εἰς δήλωσιν τοῦ τίνος εἶναι τὸν λόγον, ὡς τὸ "ἐκάθητο ὁ εὐνοῦχος ἐπὶ τοῦ ἅρματος καὶ ἀνεγίνωσκε τὸν προφήτην Ἡσαΐαν". καὶ πάλιν· "τὸ βδέλυγμα" φησί "τῆς ἐρημώσεως τὸ εἰρημένον ἐν τῷ προφήτῃ Δανιήλ"· ὣς δὲ καὶ ἡμῖν ἔθος λέγειν "ἐκτησάμην τὸ προφήτην Ἱερεμίαν" ἢ "τὸν ἀπόστολον".