Ancient Greek
Page 140
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 140
Not analysed yet
ΡΝΒʹ. Ἐρώτησις. Εἰ ἀληθινός ἐστιν ὁ Χριστὸς ὁ τὴν πρᾶξιν καὶ κλῆσιν κατὰ τὴν θείαν γραφὴν ἐπιδεικνύμενος, Ἐμμανουὴλ δὲ καλεῖσθαι τὸν Χριστὸν ἡ θεία γραφὴ προηγόρευσε, πῶς ἀληθινὸς ὁ Χριστὸς νομισθήσεται, ὁ μετὰ τὸ τεχθῆναι μηδαμοῦ τοῦ Ἐμμανουὴλ τὴν προσηγορίαν δεξάμενος; οὐδεὶς γὰρ τὸν ἐλθόντα Χριστὸν τῇ κλήσει τοῦ Ἐμμανουὴλ ἐπὶ λέξεως προσηγόρευσεν. Ἀπόκρισις. Εἰ ἐν τοῖς εὐαγγελικοῖς διηγήμασι περιέχεται τῶν θείων περὶ Χριστοῦ προρρήσεων ἡ ἔκβασις, παραδέδωκε δὲ ἡμῖν αὐτὸν εἶναι τὸν κατὰ θείαν πρόρρησιν προορισθέντα τῷ τοῦ Ἐμμανουὴλ καλεῖσθαι ὀνόματι ὁ μακάριος Ματθαῖος, πῶς οὐ καλεῖται τῷ τοῦ Ἐμμανουὴλ ὀνόματι; οὐ διέλιπεν ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία, μαθοῦσα ἐκ τῆς διδασκαλίας τοῦ ἁγίου εὐαγγελίου, Ἐμμανουὴλ ὀνομάζειν τὸν Χριστόν. ἔχομεν δὲ καὶ ἐν τῇ ὀνομασίᾳ τοῦ Χριστοῦ πάσας τὰς λοιπὰς ὀνομασίας αὐτοῦ περιεχομένας, εἰ καὶ μὴ πάσαις ἀεὶ κεχρήμεθα· οὐδὲ γὰρ ἐπειδὴ καλεῖται Ἐμμανουήλ ἐστιν Ἐμμανουήλ, ἀλλ' ἐπειδή ἐστι καλεῖται. ΡΝΓʹ. Ἐρώτησις. Εἰ τὸ τοὺς γονέας ἀθετεῖν ὑπὸ τῆς θείας γραφῆς ἀπηγόρευται καὶ ὁ μετιὼν τὰ ἀπηγορευμένα ἁμαρτωλὸς ὀνομάζεται, πῶς ἐν διαφόροις τόποις τοὺς οἰκείους γονέας ὁ δεσπότης Χριστὸς ἀθετήσας ἀναμάρτητος δείκνυται; ἐν μὲν γὰρ τῷ γάμῳ "τί ἐμοὶ καὶ σοὶ γύναι" τῇ μητρὶ λέγων ἐπέπληξεν, καὶ ἡνίκα αὐτὸν θεάσασθαι ἡ μήτηρ ἠθέλησε, μητέρα καὶ ἀδελφοὺς τοὺς τὸ θέλημα τοῦ θεοῦ ποιοῦντας ὠνόμασε. καὶ πάλιν, ὅτε ἐμακαρίζετο ἡ βαστάσασα αὐτὸν κοιλία καὶ μαστοὶ οὓς ἐθήλασε, τοὺς