Ancient Greek
Page 142
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 142
Not analysed yet
φαίνεται ὁ Χριστός τι διαπραξάμενος, μαρτυρεῖ Λουκᾶς ὁ εὐαγγελιστὴς λέγων περὶ αὐτοῦ, ὅτι "κατέβη μετὰ Ἰωσὴφ καὶ Μαρίας ἀπὸ Ἱερουσαλήμ, καὶ ἦν ὑποτασσόμενος αὐτοῖς". ΡΝΔʹ. Ἐρώτησις. Εἰ πρὸ τοῦ τάφου τῷ μύρῳ ἡ Μαρία τὸν κύριον ἤλειψεν, ἡμεῖς δὲ τοῦ πάθους καὶ τῆς ἀναστάσεως αὐτοῦ ἐν τῷ βαπτίσματι τελοῦμεν τὰ σύμβολα, πῶς πρῶτον μὲν ἐλαίῳ χριόμενοι, ἔπειτα δὲ τὰ προλεχθέντα ἐν τῇ κολυμβήθρᾳ τελέσαντες σύμβολα, τῷ μύρῳ σφραγιζόμεθα ὕστερον, καὶ κατ' ἐναντίωσιν τῶν περὶ τὸν κύριον γεγονότων ταῦτα ποιεῖν οὐ νομίζομεν, εἴ γε πρῶτον ὁ κύριος τῷ μύρῳ ἠλείψατο καὶ ὕστερον ἔπαθεν; πῶς δὲ καὶ οὐ περιττὴ ἡ τοῦ ἐλαίου χρῖσις προσφέρεται τοῖς βαπτίζεσθαι μέλλουσιν, εἴ γε μόνῳ τῷ μύρῳ πρὸς τῷ πάθει ἐχρίσθη ὁ κύριος; Ἀπόκρισις. Ἐπειδὴ ἃ ποιεῖ τις πρὸς τὸν ἐνταφιασμὸν τοῦ ἐνταφιαζομένου μετὰ τὸν θάνατον αὐτοῦ ποιεῖ, ἡ δὲ μακαρία Μαρία πρὸ τοῦ θανάτου ἐμύρισε τοῦ κυρίου τὸ σῶμα—κατὰ τὸ εἰρημένον· "ὃ ἐποίησε" φησίν "αὕτη, πρὸς ἐνταφιασμὸν ἐποίησε· προλαβοῦσα ἐμύρισέ μου τὸ σῶμα". τὸ δὲ "προλαβοῦσα", ἀντὶ τοῦ "πρὸ τοῦ δέοντος καιροῦ ἐμύρισέ μου τὸ σῶμα"—, διὰ τοῦτο οὐδὲν γίνεται κατὰ ἐναντίωσιν, ἀλλὰ τὸ ἐπὶ τοῦ κυρίου γεγονὸς πρὸ τοῦ καιροῦ τοῦτο ἐπὶ τῶν βαπτιζομένων γίνεται ἐν τῷ δέοντι καιρῷ. χριόμεθα δὲ τῷ μὲν ἐλαίῳ, ἵνα γινώμεθα χριστιανοί, τῷ δὲ μύρῳ πρὸς ἀνάμνησιν τοῦ τὴν χρῖσιν τοῦ μύρου ἐνταφιασμὸν αὐτοῦ λογισαμένου, καὶ τύπῳ μὲν ἐπὶ τοῦ παρόντος, ἀληθείᾳ δὲ ἐπὶ τοῦ μέλλοντος εἰς τὴν κοινωνίαν τῶν τε ἑαυτοῦ παθημάτων καὶ τῆς δόξης τοῦ ἡμᾶς καλεσαμένου σωτῆρος Χριστοῦ.