Ancient Greek
Page 143
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 143
Not analysed yet
ΡΝΕʹ. Ἐρώτησις. Εἰ δίκαιός ἐστιν ὁ τὸν ἡμαρτηκότα ὑπὲρ ὧν ἥμαρτε τιμωρούμενος, πῶς δίκαιος ὁ θεὸς ὁ τοσοῦτον λαὸν διὰ πταίσματα θανατώσας ἑτέρων; λέγω δὲ πταίσαντας τὸν Ἰωνάθαν καὶ τὸν Δαυίδ, τὸν μὲν ἐξ ἀγνοίας λύσαντα τὴν νηστείαν τῇ γεύσει τοῦ μέλιτος, τὸν δὲ προπετῶς τὸν λαὸν ἀριθμήσαντα. εἰ δέ τις λέγοι, ὡς τῶν ὑπηκόων ὁ θάνατος ἐπὶ τιμωρίᾳ τῶν ἀρχόντων ἐγίνετο, πῶς οὐκ ἀδικεῖ τοὺς ἀναιτίους ὑποβάλλων κολάσεσιν; ἐναντιοῦται δὲ καὶ τῇ λεγούσῃ γραφῇ, ὅτι "ψυχὴ ἡ ἁμαρτήσασα, αὐτὴ ἀποθανεῖται. Ἀπόκρισις. Ὅτι δὲ πικροτάτη ἐστὶ τιμωρία τῶν ἡμαρτηκότων βασιλέων ἡ πτῶσις τοῦ λαοῦ, δηλοῖ αὐτὸς ὁ μακάριος Δαυίδ, δεόμενος τοῦ θεοῦ εἰς αὑτόν τε καὶ εἰς τὸν οἶκον αὐτοῦ ἀπὸ τοῦ λαοῦ μεταγαγεῖν τὴν πληγήν· σάλος γάρ ἐστι τῆς βασιλείας ἡ μείωσις τῶν βασιλευομένων. ὡσαύτως δὲ καὶ ὁ Σαοὺλ ἔμελλεν ἀναιρεῖν τὸν υἱὸν αὑτοῦ Ἰωνάθαν, ἵνα τῇ ἀναιρέσει αὐτοῦ τὴν πληγὴν ἰάσηται τοῦ λαοῦ, εἰ μὴ φθάσας ὁ λαὸς ὤμοσε μὴ ἀποθανεῖν τὸν Ἰωνάθαν. καὶ ὡς σύγκειται ὁ ἄνθρωπος ἐκ ψυχῆς καὶ σώματος, οὕτως καὶ ἡ βασιλεία σύγκειται ἐκ τοῦ βασιλέως καὶ τῶν βασιλευομένων. καὶ ὥσπερ ἁμαρτήσας ὁ ἄνθρωπος ἁμαρτήματα διὰ χειρὸς καὶ τυπτηθεὶς εἰς τὸν νῶτον οὐκ ἀδικεῖ ὁ τυπτήσας αὐτόν, οὕτως οὐκ ἀδικεῖ ὁ θεὸς ἐπὶ τοῖς τῶν βασιλέων πταίσμασι τὸν λαὸν τιμωρούμενος· μεγάλως γὰρ οἶδεν ἀνιᾶν τοὺς βασιλεῖς ἡ πληγὴ τοῦ λαοῦ· τῆς γὰρ βασιλείας ἐστὶ τιμωρία ἡ πληγὴ τοῦ λαοῦ. ΡΝϛʹ. Ἐρώτησις. Εἰ κληρονόμον ἑαυτὸν ὁ Χριστὸς ὀνομάζει, τοῦτον δὲ κατὰ τὴν παραβολὴν οἱ γεωργοί, τουτέστιν οἱ Ἰουδαῖοι ἐπέγνωσαν, καὶ τῆς γεωργίας δεσπόται γενέσθαι ποθήσαντες ὡς