Ancient Greek
Page 147
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 147
Not analysed yet
πρᾶξιν ἀπηγόρευσε, τῶν ἐν τῇ ιζʹ πεύσει κειμένων δεινῶν ἀπηλλάγησαν; οἷον ἐπὶ μὲν πολέμου, ὡς ὅταν οἱ ἑπτὰ ἐπὶ Θήβας ἄρδην μὲν καταστρέφειν τὴν προρρηθεῖσαν ἤμελλον πόλιν, μαντευσαμένου δὲ Τειρεσίου ὁ Μενοικεὺς κατὰ τὸ δοκοῦν τῇ μαντεία ἑαυτὸν ἑτοίμως κατέσφαξεν, καὶ οὕτως κατὰ τὴν πρόρρησιν τῆς μαντείας ἡ μὲν πόλις ἐσώθη, οἱ δὲ πολέμιοι ὑπὸ τῶν ἐν τῇ πόλει ἀνῃρέθησαν. καὶ τοῦτο μὲν περὶ τῶν ἐν πολέμοις τροπαίων ἓν ἐκ πολλῶν ἡμῖν εἴρηται. Ἀπόκρισις. Ὁ πρὸς τὴν λύσιν τῶν ζητουμένων ὁρμώμενος πρῶτον ὀφείλει θεῖναι τὰ ὁμολογούμενα, εἶθ' οὕτως ἐξ αὐτῶν ποιήσασθαι τῶν ὁμολογουμένων τὴν λύσιν. ἔστι δὲ τῶν ὁμολογουμένων τὸ ἕνα εἶναι θεὸν δημιουργόν τε καὶ προνοητὴν τοῦ κόσμου παντός, ὃν καταγγέλλουσιν αἱ θεῖαι τῶν χριστιανῶν γραφαὶ λόγοις θείαις δυνάμεσι μεμαρτυρημένοις, παρ' οὗ ἐστι τῶν μελλόντων ἥ τε πρόγνωσις καὶ ἡ πρόρρησις καὶ ἡ ἔκβασις. ἐκβάλλουσι δὲ αἱ γραφαὶ αἱ τοῦτον καταγγέλλουσαι τοὺς τῶν Ἑλλήνων θεοὺς τοῦ εἶναι θεούς. "εἰ ἀλλάξουσι" φασί "τὰ ἔθνη τοὺς θεοὺς αὐτῶν, καὶ αὐτοὶ οὐκ εἰσὶ θεοί"· ὧν δὲ οὐκ εἰσὶν οἱ θεοὶ θεοί, τούτων οὐδὲ οἱ μάντεις εἰσὶν ἀληθείας προφῆται, οὐδὲ ἡ δι' αὐτῶν πρόρρησις ἀναπόδραστόν τε καὶ ἀψευδῆ ἔχει τὴν ἔκβασιν· εἰσὶ γὰρ ὥσπερ μακρὰν τῆς ἀληθινῆς θεότητος, οὕτως καὶ τῆς τῶν μελλόντων προγνώσεως· ὅτι δὲ καὶ ἐν τῇ μάχῃ τῶν Ἑλλήνων πρὸς Ἕλληνας, τῶν πολυτρόπως, μάλιστα ἐν τοῖς πολέμοις, ταῖς μαντείαις χρησαμένων, ὁ τῆς ἀληθείας τῶν χριστιανῶν θεὸς τὴν ἰδίαν ἔστησε βούλησιν, μαρτυρεῖ ἡ μάχη Ἀλεξάνδρου καὶ Δαρείου, τοῦ μὲν κρατύνας τὰς μαντείας, τοῦ δὲ καταργήσας. μαρτυρεῖ δὲ καὶ τοῦ Ἀσσυρίου ἡ μάχη, ἣν ἔσχε πρὸς τὰ ἄλλα πολλὰ ἑλληνικὰ ἔθνη· ὃν ὁ θεὸς