Ancient Greek
Page 148
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 148
Not analysed yet
ῥάβδον τῆς ὀργῆς καὶ πρίονα ὠνόμασε, ποτὲ μὲν λέγων "ἰδοὺ ὁ Ἀσσύριος ῥάβδος ἐστὶ τῆς ὀργῆς μου· ἐπὶ ἔθνος ἁμαρτωλὸν ἀποστελῶ αὐτόν"· ποτὲ δὲ λέγων περὶ αὐτοῦ· "μὴ ὑψοῦται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν"; καίτοι νομίσας ὁ Ἀσσύριος, ὅτι κατὰ τὰς ἐπιτυχίας τῶν χρησμῶν, οὓς εἴληφε παρὰ τῶν θεῶν αὑτοῦ διὰ τῶν μάντεων, πρίζει καὶ πατάσσει τὰ ἑλληνικὰ ἔθνη, τὰ ὁμοίως αὐτῷ τῇ πεποιθήσει τῶν χρησμῶν συμβεβληκότα αὐτῷ εἰς πόλεμον καὶ ἀποτετυχηκότα τῆς διὰ τῶν χρησμῶν ἐλπίδος, τοῦ θεοῦ συγχωρήσαντος ἐπιτυχεῖν μὲν τὸν Ἀσσύριον τῶν χρησμῶν, ἀποτυχεῖν δὲ τὰ ἔθνη· περὶ ὧν ὁ μὲν θεὸς διὰ τοῦ προφήτου Ἡσαΐου φησίν "ἀνῆκα τὴν χεῖρά μου καὶ ἐξηράνθησαν", ὁ δὲ Ἀσσύριος φησίν "μὴ ἐρρύσαντο οἱ θεοὶ τῶν ἐθνῶν τὴν γῆν αὐτῶν ἐκ τῆς χειρός μου, ὅτι ῥύσεται κύριος τὴν Ἱερουσαλὴμ ἐκ τῆς χειρός μου"; κατὰ δὲ τοὺς χρησμούς, οὓς ἐδέξατο ὁ Ἀσσύριος παρὰ τῶν μάντεων, τοιαύτας ἐφθέγξατο φωνὰς καὶ κατὰ τῶν ἐθνῶν καὶ κατὰ τῆς Ἱερουσαλήμ, καὶ τοῦ θεοῦ συγχωρήσαντος ἐπέτυχεν ὁ Ἀσσύριος τῶν χρησμῶν κατὰ τῶν ἐθνῶν· κατὰ δὲ τῆς Ἱερουσαλὴμ ἀπέτυχε τῶν χρησμῶν, τοῦ θεοῦ μὴ συγχωρήσαντος. πῶς οὖν ἀπέτυχον τῆς μαντείας οἱ ἑπτὰ ἐπὶ Θήβας τοῦ ἄρδην ἀπολέσαι τὴν πόλιν; ἡ γὰρ ἀποτυχία τῆς μαντείας ἔλεγχος γίνεται τῆς ἀσθενείας τοῦ θεοῦ, τοῦ διὰ τῆς μαντείας προμηνύσαντος τὰ ἀνέκβατα. καὶ εἰ κατὰ τὴν ἀψευδῆ τοῦ σωτῆρος φωνὴν χωρὶς θεοῦ στρουθίον "οὐ πεσεῖται ἐπὶ τῆς γῆς", πολλῷ μᾶλλον ἔθνος ὅλον, πόλις ὅλη, οὐκ ἂν ἀπόλλυτο, μὴ τοῦ θεοῦ συγχωρήσαντος. ὅτι δὲ πᾶν ἔθνος ἑλληνικὸν ὑπὸ ἔθνους ἑλληνικοῦ ἀπολλύμενον ὑπὸ τῆς ῥάβδου καὶ πρίονος, τῆς ὀργῆς