Ancient Greek
Page 15
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 15
Not analysed yet
ρνζʹ. Εἰ μόνος ὁ Χριστὸς τὸν νόμον ἐξεπλήρωσε, πῶς ἐπορεύοντο ἐν τῷ νόμῳ ἄμεμπτοι ὅ τε Ζαχαρίας καὶ ἡ Ἐλισάβετ; ρνηʹ. Εἰ ἄγγελος τοῦ οὐρανοῦ ἀνώτερος καὶ θεοὺς ἡ γραφὴ τοὺς ἀνθρώπους ὀνομάζει, πῶς οὐχ ἁρμόζει καὶ τοὺς ἀγγέλους θεοὺς ὀνομάζεσθαι; ρνθʹ. Εἰ ὑπεραναβέβηκε μὲν τὸ θεός, ὑποβέβηκε δὲ τὸ ἄνθρωπος, πῶς οὐκ ἀτάκτως ὁ ἄνθρωπος θεὸς προσηγόρευται; ρξʹ. Εἰ δι' ὧν ἡ σάρξ, διὰ τούτων καὶ τὸ αἷμα συνίσταται, διατί τὴν μὲν τῆς σαρκὸς βρῶσιν ὁ θεὸς ἐπιτρέπει, τὴν δὲ τοῦ αἵματος κωλύει;