Ancient Greek
Page 18
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 18
Not analysed yet
γὰρ λογικὴ καὶ σῶμα θνητόν), τρόποι δὲ τῆς ὑπάρξεως διάφοροι (ὁ μὲν γὰρ Ἀδὰμ γέγονεν ἀπὸ τῆς γῆς, ἡ δὲ Εὔα ἐκ τῆς πλευρᾶς, ὁ δὲ Σὴθ ἐκ τοῦ σπέρματος) καὶ ἐν τοῖς διαφόροις τῆς ὑπάρξεως τρόποις μένει ὁ τῆς οὐσίας λόγος εἷς, ἀδιαίρετός τε καὶ ἀπαράλλακτος, οὕτως καὶ ἐπὶ τοῦ θεοῦ τῇ ταὐτότητι τῆς τῶν προσώπων οὐσίας εἶς θεὸς πεπίστευται ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα· οὐδὲν γὰρ συντελεῖ πρὸς τὸν τῆς οὐσίας λόγον ὁ τρόπος τῆς ὑπάρξεως. τὰ μὲν οὖν ἐπὶ τῶν τριῶν θείων ὑποστάσεων ὡσαύτως ἀπαραλλάκτως λεγόμενα, ἐν τούτοις νόει τὸ ἓν τῆς οὐσίας· τὰ δὲ μὴ ὡσαύτως, ταῦτα νόει τῷ τρόπῳ τῆς τῶν προσώπων ὑπάρξεως. Βʹ. Ἐρώτησις. Εἰ ἔχει ὁ θεὸς ὑπόστασιν ὑπάρχουσαν ἢ καὶ βουλὴν ἐνυπάρχουσαν καὶ υἱὸν ἐνυπάρχοντα, πῶς ἐκ τοσούτων συγκείμενος ἁπλοῦς ὀνομάζεται; Ἀπόκρισις. Ὁ θεὸς ὥσπερ ὅλος ἐστὶ πανταχοῦ καὶ ὅλος ἐν ἑκάστῳ καὶ ἐφ' ἑαυτοῦ, καὶ τούτου πίστιν μὲν ἔχομεν, ζήτησιν δὲ οὐκ ἔχομεν, οὕτως καὶ τὸ ἁπλοῦν αὐτοῦ ὅλον υἱός ἐστι καὶ ὅλον υἱὸν ἔχον ἐστὶ καὶ ὅλον βουλή ἐστι καὶ ὅλον βουλὴν ἔχον ἐστίν· οὐ γὰρ ἔστι κατὰ τὴν κτιστὴν φύσιν ὁ θεός, ὥστε τὸ εἶναι αὐτὸν καὶ τὸ ἔχειν ἵνα νοηθῇ ἐν συνθέσει, ὥσπερ ἡ φύσις. ἀλλ' ὡς ὑπὲρ τὴν φύσιν ὤν, οὕτως καὶ τὸ εἶναι αὐτὸν καὶ τὸ ἔχειν ἐστὶν ὑπὲρ τὴν σύνθεσιν. Ιʹ. Ἐρώτησις. Εἰ ἁπλοῦν μὲν τὸ καθ' ἑαυτό, ὡς ἐπὶ τῶν κατὰ γράμματα στοιχείων, οἷον ἰῶτα, σύνθετον δὲ τὸ μεθ' ἑτέρου, οἷον πῖ, καὶ τῷ τῆς αὐτῆς εἶναι οὐσίας ἀμφότερα, τό τε ἰῶτα καὶ τὸ ἐκ τῶν τριῶν ἰῶτα συγκείμενον πῖ, οὐκ ἀφαιρεῖται τοῦ ἐξ