Ancient Greek
Page 19
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 19
Not analysed yet
ἀμφοτέρων συγκειμένου τὸ σύνθετον, πῶς ὁ θεὸς ἀσύνθετος λέγεται, τὴν ἐκ δύο προσώπων ὁμοουσίων νοουμένων (πατρὸς λέγω καὶ υἱοῦ) καὶ ἑνὸς προσώπου, ἰδιαζούσης οὐσίας ἐκ τοῦ προχείρου ὑπόνοιαν διδόντος (τοῦ πνεύματος φημὶ τοῦ ἁγίου), <τὴν> σύνθεσιν ἔχων, καὶ εἷς καλεῖται καὶ ἀπερίγραφος, τοσαύτης καὶ τοιαύτης οὔσης τῆς τῶν ὑποστάσεων αὐτοῦ, εἴτουν τῶν προσώπων, διακρίσεώς τε καὶ διαιρέσεως; Ἀπόκρισις. Τὸ ἰῶτα καὶ τὸ πῖ κατ' οὐσίαν ἀλλήλων οὐδὲν διαφέρουσι· γραμμὴ γὰρ ὑπάρχει ἑκάτερον, γραμμὴ δὲ γραμμῆς οὐδὲν διαφέρει· διαφέρει δὲ τὸ ἰῶτα τοῦ πῖ τῇ τοιᾷδε θέσει. καθ' ἣν ἐκεῖνο μὲν ἰῶτα, τοῦτο δὲ πῖ ὑπάρχει. καὶ τὸ μὲν πῖ. εἰ γραμμή ἐστιν, ἕν ἐστιν· εἰ δὲ πῖ ἐστι, τριάς ἐστι καὶ σύνθετον καὶ γενητόν· κατὰ μέρος γὰρ καὶ χρονικῇ παρατάσει τὸ εἶναι πῖ ὑπέστη ὑπὸ τοῦ συντεθεικότος αὐτὸ καὶ πεποιηκότος. χρὴ οὖν τὸν κατά τινα φυσικὴν ἀναλογίαν θεωρεῖν βουλόμενον τὸν ὑπὲρ τὴν φύσιν ὄντα, ἐκεῖνα μόνα λαβεῖν ἐκ τῆς ἀναλογίας, τὰ ἁρμόττοντα τῷ διὰ τῆς ἀναλογίας θεωρουμένῳ. οἷον τὸ ἓν καὶ τὸ τρεῖς πρόσεστι τῷ πῖ γενητῶς τε καὶ συνθέτως, τῷ δὲ θεῷ ἀγενήτως τε καὶ ἀσυνθέτως· ὁ γὰρ μὴ ἔχων τὸν πεποιηκότα καὶ συντεθεικότα. οὔτε γενητός ἐστιν οὔτε σύνθετος· διὸ ἐπὶ μὲν θεοῦ τὴν ἀίδιον λέγομεν συνύπαρξιν, οὐκέτι δὲ καὶ σύνθεσιν, ἐπὶ δὲ τοῦ πῖ τὴν σύνθεσιν διὰ τὴν κατὰ μέρος αὐτοῦ γένεσιν. εἷς τοίνυν ἐστὶν ὁ θεός, ἡ τριὰς τῇ μονάδι τῆς οὐσίας, χωρὶς πάσης κατὰ τοῦτο διαιρέσεώς τε καὶ διακρίσεως, ὥσπερ ἓν τὸ πῖ τῇ μονάδι τῆς γραμμῆς, χωρὶς πάσης κατὰ τοῦτο διαιρέσεώς τε καὶ διακρίσεως. διαφορὰ δέ ἐστιν ἐν μὲν τῇ ἁγίᾳ τριάδι κατὰ τοὺς τρόπους τῆς