Ancient Greek
Page 3
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 3
Not analysed yet
ιζʹ. Εἰ τὰ μέλλοντα γίνεσθαι προφῆται καὶ ἀπόστολοι προεῖπον καί τινες τῶν Ἑλλήνων, πόθεν οἱ κρείττους γνωρίζονται, γεγενημένης τῆς ἑκατέρων προρρήσεως; ιηʹ. Εἰ πάντες ἐν τῇ ἀναστάσει οἱ ἡμαρτηκότες κολάζονται, πλέον δὲ οἱ εἰδότες τὸ θέλημα καὶ μὴ ποιήσαντες, τί τὸ κέρδος τοῦ χριστιανοῦ καὶ τοῦ Ἕλληνος; ιθʹ. Εἰ πάσῃ δυνάμει ἔσπευσαν οἱ αἱρετικοὶ γνῶναι τὴν τῶν δογμάτων ἀλήθειαν καὶ οὐκ ἴσχυσαν, πῶς οὐκ ἄδικον τούτους κολάσει ἐμβαλεῖν; κʹ. Εἰ ἐν ταῖς ἐκκλησίαις τῶν αἱρετικῶν δυνάμεις καὶ θαύματα ἐνεργοῦνται, πῶς οὐκ ἀνάγκη ἐκ τούτων ἐν τῇ πλάνῃ βεβαιοῦσθαι ἐκείνους; καʹ. Εἰ ἐν τοῖς ἀλγοῦσι καὶ ἡδομένοις τὸ παθητὸν διαδείκνυται, τούτων δὲ οἱ ἐν τῇ κρίσει μετέχουσι, πῶς ἀπάθειαν ἐν τῇ ἀναστάσει κομίζονται; κβʹ. Εἰ τροπῆς γνώρισμα τὸ τὰ καλὰ καὶ τὰ φαῦλα λαμβάνειν εἰς ἔννοιαν, πῶς ἄτρεπτοι οἱ κολαζόμενοι, τὴν τῶν δικαίων ἐννοοῦντες ἄνεσιν καὶ τὰ ἑξῆς; κγʹ. Εἰ τὴν γνῶσιν καλοῦ καὶ κακοῦ παρὰ θεοῦ σὺν τῷ εἶναι εἰλήφαμεν, πῶς οὐκ αἴτιος ἑκατέρου ὁ τῇ φύσει ταῦτα ἐνθεὶς πρὸς τὴν αὐτῶν ἐκπλήρωσιν; κδʹ. Εἰ τὰ προλεχθέντα δέδωκεν ὁ θεός, στεφανοῖ δὲ καὶ κολάζει πρὸς ἃ ἕκαστος ἔπραξε, πῶς δικαίως ἀμφότερα ποιεῖ, παρ' αὐτοῦ δεδομένα; κεʹ. Εἰ τὰ σωματικώτερον περὶ θεῶν παρὰ τῶν Ἑλλήνων καὶ περὶ θεοῦ παρὰ τῶν προφητῶν εἰρημένα κατὰ ἀλληγορίαν ἔχει τὴν νόησιν, πῶς οὐ μῦθος ἀμφότερα; κϛʹ. Εἰ διὰ τὴν ἀντίδοσιν τῶν ἑκάστῳ βεβιωμένων ἀνάστασις γίνεται, πῶς οὐ περιττῶς τὰ βρέφη ἢ καὶ τὰ ἐν γαστρὶ τελευτήσαντα ἀναστήσονται; κζʹ. Εἰ ἐψευσμένον καὶ μάταιον τὸ τῶν αἱρετικῶν ὑπάρχει