Ancient Greek
Page 32
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 32
Not analysed yet
κύριός μοι εἶπεν ἀνάβηθι καὶ ἐρήμωσον αὐτήν", καὶ ἀναβὰς παρὰ τὴν μαντείαν ἐρημώθη. ΙΗʹ. Ἐρώτησις. Εἰ πάντες μὲν ἐν τῇ ἀναστάσει οἱ ἡμαρτηκότες κολάζονται, πλέον δὲ οἱ ἐγνωκότες τὸ τοῦ θεοῦ θέλημα καὶ μὴ ποιήσαντες, τί τὸ κέρδος τοῦ χριστιανοῦ καὶ τοῦ Ἕλληνος, τοῦ βαπτισθέντος καὶ τοῦ μὴ βαπτισθέντος, τοῦ ὀρθοδόξου καὶ τοῦ μὴ ὀρθοδόξου; Ἀπόκρισις. Εἰ κατὰ τὸν ἀπόστολον Παῦλον ὁ πιστὸς ὁ μὴ προνοῶν τῶν ἰδίων ἀρνησίθεός ἐστι καὶ τῶν ἀπίστων χείρων, δῆλον ὅτι ὁ μὴ σὺν τῇ γνώσει καὶ πίστει καὶ βαπτίσματι καὶ τὸν τρόπον ἐπαγόμενος χαρακτηριστικὸν τῆς τοῦ Χριστοῦ μαθητείας, ἀλλὰ μόρφωσιν μὲν ἔχων εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένος, χείρων ἐστὶ τῶν ἀπίστων· τοσοῦτον γὰρ χείρων ἐστὶ τῶν ἀπίστων, ὅσον χεῖρόν ἐστι τὸ μετὰ γνώσεως ἁμαρτάνειν τοῦ ἄνευ γνώσεως, ὅσον τὸ ἀναπολόγητον ἁμάρτημα τοῦ ἀπολογίαν ἔχοντος ἁμαρτήματος. ΙΘʹ. Ἐρώτησις. Εἰ πάσῃ δυνάμει ἔσπευσαν οἱ αἱρετικοὶ γνῶναι καὶ φυλάξαι τὴν τῶν δογμάτων ἀλήθειαν καὶ οὐκ ἴσχυσαν, πῶς οὐκ ἄδικον τὸ τούτους ὡς ἀποσφαλέντας τῆς ἀληθείας ὑποβάλλειν κολάσεσιν; Ἀπόκρισις. Τοσοῦτον οὐκ ἐζήτησαν οἱ αἱρετικοὶ πάσῃ δυνάμει τὴν ἀλήθειαν, ὅσον καὶ ὑποδεικνυμένην αὐτοῖς ταύτην παρὰ τῶν αὐτὴν εὑρηκότων οὐκ ἀνέχονται δέξασθαι αὐτήν. καὶ εἰ μὲν ἀληθὴς αὕτη ἡ ἀπολογία, ἐχρῆν αὐτοὺς ἀλλήλοις συγγινώσκειν σφαλλομένοις, ὡς ἀσθενείᾳ δυνάμεως καὶ οὐ πονηρίᾳ γνώμης τὰς αἱρέσεις συστησαμένοις, μαχομένας ἑαυταῖς τε καὶ τῇ ἀληθείᾳ.