Ancient Greek
Page 33
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 33
Not analysed yet
νῦν δέ, καθὰ κατακρίνουσιν ἀλλήλους ἐπὶ τῷ ἀλλοτρίῳ τοῦ φρονήματος, δῆλοί εἰσιν ὅτι ἐκ τῆς φιλοδοξίας ἢ ἀντιπαθείας τῶν αἱρεσιαρχῶν πᾶσαι αἱ αἱρέσεις τὰς ἀφορμὰς ἐσχήκασι τῆς συστάσεως αὐτῶν· δι' ἣν αἰτίαν "λύκοι βαρεῖς" ὑπὸ τοῦ ἀποστόλου ὠνομάσθησαν οἱ τῶν αἱρέσεων ἀρχηγοί. ὅτι δὲ ἀδύνατόν ἐστιν ἀποτυχεῖν τῆς εὑρήσεως τῷ ἐν ὅλῃ καρδίᾳ τε καὶ δυνάμει ζητοῦντι τὴν ἀλήθειαν, μαρτυρεῖ ὁ κύριος λέγων "πᾶς ὁ αἰτῶν λαμβάνει καὶ ὁ ζητῶν εὑρίσκει καὶ τῷ κρούοντι ἀνοιγήσεται". Κʹ. Ἐρώτησις. Εἰ ἐν ταῖς ἐκκλησίαις τῶν αἱρετικῶν δυνάμεις ἐνεργοῦνται, οἷον νοσημάτων ἰάσεις καὶ πνευμάτων διωγμοὶ ἀκαθάρτων, καρπῶν γῆς τε φορὰ καὶ ἐλαίου ἀνάβλυσις, πῶς οὐκ ἀνάγκη ἐκ τούτων ἐν τῇ πλάνῃ βεβαιοῦσθαι ἐκείνους; Ἀπόκρισις. Ὥσπερ τὸ "ἀνέτειλε τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους" οὐκ ἔστι βεβαιωτικὸν πονηρῶν καὶ ἀδίκων ἐν τῇ πονηρίᾳ καὶ ἀδικίᾳ, ἀλλὰ παρασκευαστικὸν εἰς δικαίαν τιμωρίαν, οὕτως οὐκ ἔστι βεβαιωτικὸν τῶν αἱρετικῶν ἐν τῇ πλάνῃ τὸ ἐνεργεῖσθαί τινας ἐν αὐτοῖς δυνάμεις. εἰ γὰρ ἦν ἀπόδειξις καὶ σημεῖον εὐσεβείας τὸ ἐνεργεῖν δυνάμεις, οὐκ ἂν ὁ κύριος ἀδοκίμους τε καὶ ἀναξίους τῆς πρὸς αὐτὸν οἰκειώσεως ἀπεφαίνετο τοὺς εἰρηκότας· "κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν"; λέγων πρὸς αὐτοὺς "οὐδέποτε ἔγνων ὑμᾶς· ἀποχωρεῖτε ἀπ' ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν"· ὁ γὰρ διδάξας ἡμᾶς ψωμίζειν καὶ ποτίζειν ἐχθρὸν πεινῶντα καὶ διψῶντα, πολλῷ μᾶλλον αὐτὸς τὰ ὅμοια ὧν