Ancient Greek
Page 34
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 34
Not analysed yet
ἐδίδαξεν ἡμᾶς ποιεῖ, σωρεύων πῦρ ἐπὶ τὰς κεφαλὰς τῶν ἀξίως τὸν δοτῆρα τῆς χάριτος οὐκ ἐγνωκότων. ΚΑʹ. Ἐρώτησις. Εἰ ἐν τοῖς ἀλγοῦσι καὶ ἡδομένοις τὸ παθητὸν διαδείκνυται, τούτου δὲ οἱ ἁμαρτωλοὶ κἀκείνου οἱ δίκαιοι ἐν τῇ κρίσει μετέχουσι, πῶς ἀληθεύει ὁ λέγων ἀπάθειαν μετὰ τὴν ἀνάστασιν τοὺς ἀνθρώπους κομίζεσθαι; Ἀπόκρισις. Ἀπαθεῖς λεγόμεθα ἀνστάντες, ὅτι ἀφ' ὧν ἐσμεν κατὰ φύσιν, τροπὴν οὐ δεχόμεθα, οὔτε εἰς τὰ ἀντικείμενα κατὰ τὸ ὂν καὶ μὴ ὄν, οὔτε εἰς τὰ ἐναντία κατὰ τὸ μᾶλλον καὶ ἧττον· οἷον, ἐκ τῆς χαρᾶς οὐ τρεπόμεθα εἰς λύπην, οὔτε χαίρομεν ἐπὶ τοῦ αὐτοῦ ἀγαθοῦ, ποτὲ μὲν μᾶλλον, ποτὲ δὲ ἧττον. κἂν ἐπὶ μείζοσι μὲν ἀγαθοῖς μᾶλλον χαιρόμεθα, ἐπ' ἐλάττοσι δὲ ἧττον, ἀλλὰ καὶ οὕτω κατὰ τὴν ἀναλογίαν τῶν ἀγαθῶν μένει τὸ ποσὸν τῆς χαρᾶς ἄτρεπτον. καὶ τοῦτο μὲν ἐπὶ τῶν εἰς ζωὴν ἀνισταμένων· ἐπὶ δὲ τῶν εἰς κρίσιν ἀνισταμένων ὁ αὐτὸς λόγος, ὅταν ἀπαλλάττωνται, ὥσπερ τοῦ θανάτου, οὕτω καὶ τῆς κρίσεως· κατὰ γὰρ τὸν σωτῆρα, τῶν ἀνισταμένων οἳ μὲν εἰς ζωὴν οἳ δὲ εἰς κρίσιν ἀνίστανται. ΚΒʹ. Ἐρώτησις. Εἰ τροπῆς γνώρισμα τὸ τὰ καλὰ καὶ τὰ φαῦλα λαμβάνειν εἰς ἔννοιαν, πῶς ἄτρεπτοι οἱ κολαζόμενοι καὶ τὴν τῶν δικαίων λογιζόμενοι ἄνεσιν, ἢ πάλιν οἱ ἐν ἀνέσει τυγχάνοντες καὶ τὴν τῶν ἁμαρτωλῶν ἐνθυμούμενοι κόλασιν; τότε γὰρ ἑκάτερον πλείονα δίδωσι θατέρῳ τὴν αἴσθησιν, ὅτε τῶν ἐναντίων ἡ παράθεσις δείκνυται. Ἀπόκρισις. Εἰ τῷ μέλλοντι αἰῶνι τὸ ποσὸν τῆς αἰσθή-