Ancient Greek
Page 38
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 38
Not analysed yet
τὸ σφάλμα διορθοῦται, τῆς μὲν κακοδοξίας τῇ μεταθέσει τοῦ φρονήματος, τοῦ δὲ βαπτίσματος τῇ ἐπιχρίσει τοῦ ἁγίου μύρου, τῆς δὲ χειροτονίας τῇ χειροθεσίᾳ, καὶ οὐδὲν τῶν πάλαι μένει ἄλυτον. ΚΗʹ. Ἐρώτησις. Εἰ οὐχ ἥμαρτεν ὁ Ἰὼβ ἀρασάμενος τὴν ἡμέραν, δῆλον ὅτι ὡς δίκαιος εἰσηκούσθη· καὶ εἰ μὲν ἠκούσθη, τὸν οἰκεῖον ὁ θεὸς ἀνέτρεψεν ὅρον καὶ ἀνάγκη ζητεῖν ἐν τῇ θείᾳ γραφῇ τὴν ἐκείνης τῆς ἡμέρας ἀπώλειαν· εἰ δὲ οὐκ ἠκούσθη, πῶς οὐ δείκνυται ἁμαρτωλὸς παρακουσθείς; "θέλημα γάρ" φησί "τῶν φοβουμένων αὐτὸν ποιήσει"· περὶ δὲ τῶν ἁμαρτωλῶν, ὅτι "ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν". Ἀπόκρισις. Ὁ σκοπὸς τοῦ Ἰὼβ οὗτος ἦν ἐν τῇ προκειμένῃ κατάρᾳ, ὡς εἰ ἔλεγεν "εἴθε ἦν ἡ ἡμέρα ἐκείνη, ἐν ᾗ ἐγεννήθην, κατὰ τὴν ἡμέραν ταύτην κεκατηραμένη". διατί; "ἵνα ἐγώ" φησί "μὴ ἐγεννήθην". οὐ γὰρ ἐνδέχεταί τινα γεννηθῆναι ἐν τῇ τοιαύτῃ ἡμέρᾳ τῇ οὕτω κεκατηραμένῃ. ἢ οὐκ ἔστιν οὖν ἡ κατάρα αὕτη οὕτω γεγενημένη, ὡς ἀναμένουσα τὴν ἔκβασιν; εἰ γὰρ ἦν οὕτως γεγενημένη, ἀνεκαλέσατο ἂν τὴν ἰδίαν φωνήν, ἀπαλλαγέντος αὐτοῦ τῶν θλίψεων καὶ ἐν τοῖς κρείττοσι γενομένου· διὰ γὰρ τὴν ὑπερβολὴν τῆς αὐτοῦ θλίψεως τὰ τῆς κατάρας ἐφθέγξατο ῥήματα, ἧς ἀπαλλαγεὶς οὐκ ἔστι δῆλον ὅτι τὴν αὐτὴν περὶ τῆς αὐτῆς ἡμέρας εἶχε γνώμην. ΚΘʹ. Ἐρώτησις. Εἰ ἐν τοῖς ἀπηγορευμένοις ὑπὸ τῶν εὐσεβῶν ἡ τῶν παλμῶν ἐστι παρατήρησις, διατί οἱ εὐσεβεῖς πάσῃ δυνάμει ταύτην ἀπωθεῖσθαι βουλόμενοι οὐκ ἰσχύουσιν, ἢ φαιδρὸν ἢ σκυθρωπὸν μηνυούσης ταύτης; καὶ εἰ μὲν φαῦλον τοῦτο, πῶς