Ancient Greek
Page 42
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 42
Not analysed yet
καὶ ἐκλειπομένου, δῆλον ὅτι διέψευσται ὁ περὶ αὐτοῦ λόγος· εἰ δὲ ἐξ ἀρχῆς τοῦ κηρύγματος ἕως τῆς συντελείας τοῦ αἰῶνος πάντα τὰ συμβησόμενα αὐτῷ διὰ τῶν προρρήσεων δεδήλωται, φανερὸν ὑπάρχει ὅτι οὐδαμῶς διέψευσται ὁ περὶ αὐτοῦ λόγος, ἀλλ' εἰ μὲν ἔστι τὰ ζιζάνια, ἀνάγκη εἶναι καὶ τὸν σῖτον· ἐκ γὰρ τῆς ἀλλήλων παραθέσεως ὁ μὲν σῖτος γνωρίζεται ὅπερ ἐστίν, ὡσαύτως καὶ τὰ ζιζάνια· καὶ θατέρου μὴ ὄντος, οὐδὲ τὸ ἕτερον γνωρίζεται ὅπερ ἐστίν. ΛΓʹ. Ἐρώτησις. Εἰ πρὸ μὲν τοῦ πάθους ὁ κύριος ηὔχετο ἁγιασθῆναι καὶ τηρηθῆναι ὑπὸ τοῦ πατρὸς τοὺς μαθητάς, μετὰ δὲ ταῦτα ὁ Ἰούδας ἀπώλετο, πῶς ἡ ὑπὲρ αὐτῶν προσενεχθεῖσα εὐχὴ φαίνεται δεδεγμένη; πῶς δὲ δείκνυται ἀληθές, ὅτι "οἶδα ὅτι πάντοτέ μου ἀκούεις"; Ἀπόκρισις. Ἡ μὲν τοῦ Ἰούδα ἀπώλεια ἔκτοτε γεγένηται, ἐξ οὗ τε λαβὼν ὁ κύριος τὸν ψωμὸν καὶ βάψας αὐτῷ ἐπέδωκε· καὶ λαβὼν ὁ Ἰούδας τὸ ψωμίον εἰσῆλθεν εἰς αὐτὸν ὁ Σατανᾶς, καὶ ἐξελθὼν ἀπέρρηξεν ἑαυτὸν τῶν λοιπῶν μαθητῶν. ἡ δὲ ὑπὲρ τῶν μαθητῶν εὐχὴ μετὰ τὸν χωρισμὸν τοῦ Ἰούδα ἐγένετο, καὶ τοῦτο δείκνυται ἐξ αὐτῆς τῆς εὐχῆς· εὐξάμενος γὰρ ὁ κύριος ἔλεγεν· "οὓς δέδωκάς μοι ἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο, εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ γραφὴ πληρωθῇ". γέγονε μὲν οὖν πρῶτον ἡ τοῦ Ἰούδα ἀπώλεια, ὕστερον δὲ ἡ ὑπὲρ τῶν μαθητῶν εὐχή, ἔπειτα τὸ πάθος τοῦ κυρίου. ΛΔʹ. Ἐρώτησις. Εἰ ὁ θεός ἐστι δημιουργὸς καὶ δεσπότης τῆς κτίσεως, πῶς τὰ Ἀπολλωνίου τελέσματα ἐν τοῖς μέρεσι τῆς κτίσεως δύνανται; καὶ γὰρ θαλάττης ὁρμὰς καὶ ἀνέμων φορὰς καὶ